Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

>Οἴδατε γάρ, ἀγαπητοί, μαθόντες καὶ ὑμεῖς παρὰ τῶν ἐλθόντων >ἐξ ὑμῶν εἰς τὴν Ἀρίμηνον, ὡς Οὐρσάκιος καὶ Οὐάλης >καὶ Αὐξέντιος (ἐκεῖ δὲ ἢν σὺν αὐτοῖς καὶ Δημόφιλος) >θελήσαντες ἕτερα παρὰ τὰ ἐν Νικαίᾳ γράφειν, ὅτε >ἀναθεματίσαι τὴν Ἀρειανὴν αἵρεσιν παρῃτήσαντο καὶ μᾶλλον ἠθέλησαν εἶναι προστάται.

οἱ δέ γε ἐπίσκοποι, οἱ ἀληθῶς δοῦλοι δοῦ κυρίου καὶ ὀρθῶς πιστεύοντες (ἠσαν δὲ ἐγγύς που διακόσιοι), >ἔγραψαν ἀρκεῖσθαι τῇ ἐν Νικαίᾳ μόνῃ καὶ μηδὲν πλέον ἢ >παρ᾿ ἐκείνην ζητεῖν ἢ φρονεῖν. ταῦτα καὶ Κωνσταντίῳ >τῷ καὶ τὴν σύνοδον γενέσθαι κελεύσαντι.

ἀλλ’ οἱ ἐν τῇ Ἀριμήνῳ >καθαιρεθέντες, ἀπελθόντες πρὸς Κωνστάντιον, πεποιήκασιν [*](1—3 Jerem. 2, 13 — 6 Hos. 8, 7 — 15 vgl. II Tim. 2, 24 und oft) [*](A HN (n) + GS (s) = r B3L + FVR (v) z z T) [*](1 γὰρ AzTCass. Athan. > r ι 2 ὕδατος übergeschrieben Ae ι am Rand B 3 ι λάκκους — 5 ἑαυτοῖς > ι λάκκοις Asz Cass. λάκκουσ συντετριμμένουσ T Athan. Jerem. ι 2 οἱ οὐ — 4 ίερεμία Asz Cass. Athan. > Τ 3 δὲ τοῦτο Α Athan. τοῦτο gestrichen in A) δὲ Gz γὰρ S quod Cass. ι 4 οὗτοι AGz Cass. Athan. > ST ι 5 vor συνόδοις + καὶ οὔτοι T ι 6 ὡς rzT Athan. ὡς A 1 δράγμα μὴ ἔχον A Athan. δράγμα μὴ ἔχων Τ δράγμα οὐκ ἔχον δράγματα μὴ ἔχοντα rLv und, τὰ übergeschrieben, Ac δράματα μὴ ἔχοντα μὴ ἔχοντα 3 ἀνεχόμεθα AT ι 7 σύνοδον vor ἧ ἄλλην ~ T, Cass. Athan wie im 8 γινομένην z ι καὶ2 As ι 10 μσ/////θόντεσ A ι καὶ ὑμεῖς = Cass. > Β3 I παρὰ An Athan, τὰ παρὰ szT ι 11 vor Εὐδόξός + καὶ expungiert ι 13 θελήσαντες nach Νικαίᾳ ~ Lv, Cass. Athan, wie im Text ι ὅτε] ὁπότε Lv quando Cass. ὅτε καὶ Athan. ι 14 ἀρειανὴν Arz Cass. Athan. ἀρειανῶν T 15 012 > n ι 15/ 16 τοῦ κυρίου δοῦλοι~ L ι 17 ἔγραψαν = Athan.] οἱ B3 ι τῇ] τὴν A ι 18 ἧ rzT Cass. Athan. Cod. Bas. καὶ A Athan. Cod. Par. I 19 γενέσθαι rzT Athan. Cod. Bas. γεγενῆσθαι AAthan. Cod Par. ι 20 f ὑβρισθῆναι μὲν T Athan. μὲν ὑβρισθῆναι μὲν auf Rasur Ac) Anz ὑβρισθῆναι αἰ s)

152
>σθῆναι μὲν αὐτούς, ἀπειλὰς δὲ γενέσθαι μὴ ἀνακάμψειν εἰς ἰδίας παροικίας τοὺς κατ’ αὐτῶν ἀποφηναμένους βίαν τε παθεῖν ἐν >τῇ Θρᾴκῃ ἐν αὐτῷ τῷ χειμῶνι ὥστε τῶν παρ’ αὐτῶν >μένων ἀνέχεσθαι.

>Εἴπερ οὖν τινες τὴν Ἀρίμηνον ὀνομάζουσι, δεικνύτωσαν πρῶτον >τὴν καθαίρεσιν τῶν προειρημένων καὶ ἅπερ ἔγραψαν οἱ >λέγοντες μηδὲν πλέον ζητεῖν τῶν ἐν Νικαίᾳ παρὰ τῶν >ὁμολογηθέντων μηδὲ ὀνομάζειν ἄλλην σύνοδον παρ’ ἐκείνην. ἀλλὰ >ταῦτα μὲν κρύπτουσι, τὰ δὲ ἐν τῇ Θρᾴκῃ κατὰ βίαν πραχθέντα >λονται.

ἐξ ὢν δείκνυνται τῆς μὲν Ἀρειανῆς αἱρέσεως ὄντες, ἀλλότριοι >δὲ τῆς ὑγιαινούσης πίστεως. καὶ αὐτὴν δὲ τὴν μεγάλην σύνοδον τὰς παρ’ ἐκείνων ἐάν τις ἀντεξετάξειν ἐκ παραλλήλου ἐθέλοι, εὕροι >ἂν τῶν μὲν τὴν θεοσέβειαν, τούτων δὲ τὴν ἀλογίαν.

οἱ ἐν Νικαίᾳ >συνελθόντες οὐ καθαιρεθέντες συνῆλθον, ἀλλὰ καὶ ὡμολόγησαν οὐσίας τοῦ πατρὸς εἶναι τὸν υἱόν· οὔτοι δέ καὶ ἅπαξ καὶ δεύτερον >καθαιρεθέντες καὶ τρίτον ἐν αὐτῇ τῇ Ἀριμήνῳ, γράφειν >μὴ χρῆναι λέγειν οὐσίαν ἧ ὑπόστασιν ἔχειν τὸν θεόν.«

Κατὰ μὲν δὴ τὴν Ἑσπέραν παρὰ τῶν Ἀρείου θιασωτῶν τοιαῦτα καὶ τοσαῦτα κατὰ τῶν τῆς ἀληθείας δογμάτων κατεσκευάσθη σοφίσματά τε καὶ μηχανήματα.

Κατὰ Ἀντιοχείᾳ δὲ μετὰ Στέφανον ὃς Φλάκιτον διαδεξόμενος τῶν ἐκκλησιαστικῶν ἐξηλάθη συλλόγων, Λεόντιος τὴν προεδρίαν ἐδέξατο, παρὰ τοὺς ἐν Νικαίᾳ γραφέντας ὅροις ταύτην λαβών. ἐκτομίας γὰρ ἦί, αὐτουργὸς γενόμενος τῆς τομῆς. λέγει δὲ καὶ τὴν αἰτίαν τῆς ἐκτομῆς ὁ θαυμάσιος Ἀθανάσιος.

[*](21—S. 153, 5 vgl. Nicetas Thesaur. V 30 PG 139, 1390 BC — 23 Can. Nicaen. (Mansi 11 668))[*](B [von 13 τῶν an] A HN(n) + GS (s) = r Β3 [bis ἂν] L + FVR (v) = T [bis 17])[*](1 μὴ übergeschrieben Ac ι 2 αὐτῶν] αὐτὴν Β3 ι 3/4 κενοτομημένων A οἱ ἐπίσκοποι Am ι 9 πραχθέντα κατὰ βίαν ~ v ι 10 δείκνυνται A τἀς] τὰ AVR ι ἐάν AnL ἄν sB3vT Athan. ι ἀντεξετάξειν AnST ἐξετάζειν Gz ι θέλοι sT I 13 τούτων δὲ] τῶν δὲ LAthan. τούτων τε T ι οἱ BA Athan. οἱ γὰρ rzT γὰρ übergeschrieben Ac ι 15 οὗτοι BrzT Athan. αὐτοὶ A ι καὶ δεύτερον — 16 Ἀριμήνῳ > n ι 17 θεόν] υἱόν s ι 18 κδ am Rand rz ι δὴ] οὖν B ι 21 κδ am Rand A ι 22 ἐξηλάθησαν, ’σαν gestrichen, A ι nach Λεόντιος + δὲ V, ausradiert AVR ι ἐδέξατο AnL διεδέξατο Bs δεξάμενοσ v ι 24 τομῆς] τόλμησ’ A ι 24/25 τὴν αἰτίαν τῆς ἐκτομῆς] τὶν ἐκτομὴν s ι 25 ἐκτομῆς] τομῆσ L ι θαυμάσιος] μακάριος A)
153

»Ὁ μὲν γὰρ Λεόντιος διαβαλλόμενος μετὰ γυναικός τινος νεωτἐ- >ρας λεγομένης Εὐστολίου, κεκωλυμένος συνοικεῖν αὐτῇ, >ἑαυτὸν ἀπέκοψεν, ἱν ἐπ’ ἀδείας ἔχῃ διατρίβειν μετ’ αὐτῆς. καὶ τὴν >μὲν ὑποψίαν οὐκ ἀπενίψατο, διὰ τοῦτο δὲ μᾶλλον καὶ πρεσβύτερος >ὢν καθηρέθη.«

Ταῦτα μὲν οὑν περὶ τῆς ἄλλης αὐτοῦ γέγραφε βιοτῆς· ἐγὼ δὲ τὸ κακόηθες αὐτοῦ καὶ πανοῦργον ἐν κεφαλαίῳ δηλώσω. τῆς γὰρ δὴ Ἀρείου βλασφημίας μετέχων κρύπτειν ἐπειρᾶτο τὴν νόσον. κα διχῆ διῃρημένους τοὺς ἱερωμένους καὶ τὸν λοιπὸν ὅμιλον θεωρῶν, καὶ τοὺς· μὲν τὸν καὶ σύνδεσμον ἐπὶ τῆς τοῦ υἱοῦ δοξολογίας τιθέντας, τοὺς δὲ τὴν μὲν δι’ οὗ πρόθεσιν ἐπὶ τοῦ υἱοῦ τὴν δὲ ἐν ἐπὶ τοῦ πνεύματος προσαρμόζοντας, σιγῇ τὴν δοξολογίαν προσέφερε, μόνον δὲ τὸ εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἤκουον οἱ πελάζοντες.

καὶ εἰ μὲν τὰ ἄλλα μὴ πολλὴν ἐδήλου τὴν τῆς ψυχῆς πονηρίαν, εἶπεν ἄν τις αὐτὸν ταῦτα μηχανᾶσθαι τῆς τοῦ λαοῦ προμηθούμενον ὁμονοίας· ἐπειδὴ δὲ πολλὰ καὶ δεινὰ κατὰ τῶν τῆς ἀληθείας ἐτεχνάσατο συνηγόρων καὶ τοὺς τῆς ἀσεβείας μετέχοντας πάσης ἠξίου κηδεμονίας, δῆλος ἠν κρύπτων τὴν λώβην διά τε τοῦ πλήθους τὸ δέος καὶ διὰ τὰς Κωνσταντίου ἰατὰ τῶν ἀνόμοιον τὸν υἱὸν λέγειν τολμώντων χαλεπὰς ἀπειλάς.

δεδήλωκε δὲ τὴν ἐκείνου γνώμην τὰ πεπραγμένα. ὅσοι μὲν γὰρ τοῖς ἀποστολικοῖς εἵποντο δόγμασιν οὐδεμιᾶς παρ’ ἐκείνου κηδεμονίας ἢ χειροτονίας ἀπήλαυσαν, οἱ δὲ τῆς Ἀρείου μανίας μετειληχότες καὶ παρρησίας μετελάγχανον ὅτι μάλιστα πλείστης καὶ τοῖς ἱερατικοῖς ἐγκατελέγοντο τάγμασι.

Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν καὶ Ἀέτιος ὁ Εὐνομίου διδάσκαλος, ὃς [*](1—5 Athanas. Apol. de fuga sua 26. vgl. Socrat. II 26, 9 — 8 — 15 Sozomen. III 20, δὴ — 11 vgl. Nicetas Thesaur. V 30 ebd. Philostorg. 111 13 — 25—S. 154, 11 vgl. Nicetas Thesaur. V 31. Philostorg. III 17. Socrat. II 35, 5) [*](* 1—5 Niceph. H. E. IX 29 — — S. 155. 20 Cass. V 32) [*](B A HN (n) + GS (s) = r L + FVR (v) = z) Τ [von 7 τῖς γὰρ an] [*](2 εὐστολίου BA Athan. Socr. iu εὐστολίασ corr. Ac εὐστολίασ rzNic. Nicet. > 3 ἔχει BTt > 4 μὲν = Nie. Athan. > B ι δὲ ausradiert A > 6 γέγραφε] γέγονε v > βιότητος s βιώτητοσ B ι 7 τῖς γὰρ δὴ] τὴν T ι 8 τὴν νόσον vor κρύπτειν ~ Τ ι 8/9 διῃρημένος n ι 10 τεθέντας B ι 11 μὲν Ts > v ι 15 προμηθούμενος BA ι 15/16 ἐπεὶ δεινὰ πολλὰ n ι 16 ἀληθείας] ἐκκλησίας Α ι 18 διά τε τοῦ πλήθουσ δέος aus διὰ τὸ τοῦ πλήθουσ’ δέος corr. Ac ι 19 τῶν] τὸν A ι λέγειν τὸν υἱὸν ~ rz ι 23 πλείστης ὅτι μάλιστα ~ Τ ι 25 δὲ B siquidein Cass. > ArzT ι 25 nach διδάσκαλος + περὶ οὖ ἐν τοῖσ’ πρώτοις εἰρήκαμεν Τ*)

154
τὴν Ἀρείου βλασφημίαν ταῖς ἐπινοίαις ἐπηύξησε, τῷ τῶν διακόνων ἐγκατελέγη χορῷ.

ἀλλὰ Φλαβιανὸς καὶ Διόδωρος, τὴν μὲν ἀσκητικὴν ἀσπαζόμενοι πολιτείαν, προφανῶς τῶν ἀποστολικῶν ὑπερμαχοῦντες δογμάτων, ἄντικρυς τοῦ Λεοντίου διήλεγξαν τὰς κατὰ τῆς εὐσεβείας ἐπιβουλάς, ἄνδρα φήσαντες πονηροῖς μὲν ἐπιτηδεύμασιν ἐντραφέντα, ἐκ δὲ τῆς δυσσεβείας περιφάνειαν κτήσασθαι μηχανώμενον, ἐπὶ λύμῃ τῆς ἐκκλησίας τοῦ τῆς διακονίας ὀνόματος ἠξιῶσθαι· ἠπείλουν δὲ καὶ τῆς ἐκκλησιαστικῆς ἀποστήσεσθαι κοινωνίας καὶ τὴν Ἑσπέραν καταλήψεσθαι καὶ δῆλα ποιήσειν τὰ τυρευόμενα.