Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

τὸ δὲ ὄνομα τῆς οὐσίας, ὅπερ ἁπλούστερον >ἐνετέθη ὑπὸ τῶν πατέρων, ἀγνοούμενον δὲ τοῖς λαοῖς >ἔφερε διὰ τὸ ἐν ταῖς γραφαῖς τοῦτο μὴ ἐμφέρεσθαι, ἤρεσε >καὶ παντελῶς μηδεμίαν μνήμην οὐσίας τοῦ λοιποῦ γίνεσθαι, διὰ >μάλιστα τὰς θείας γραφὰς μηδαμοῦ περὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ >μεμνῆσθαι, μήτε μὴν δεῖν ἐπὶ προσώπου πατρὸς καὶ υἱοῦ καὶ >πνεύματος μίαν ὑπόστασιν ὀνομάζεσθαι. ὅμοιον δὲ λέγομεν τῶ >τὸν υἱὸν καθὼς καὶ αἱ θεῖαι γραφαὶ λέγουσι καὶ διδάσκουσι. >δὲ τὰς αἱρέσεις τὰς ἤδη πρότερον καθαιρεθείσας, ἢ καὶ εἴ τινες ἀνεφύησαν ὑπεναντίαι ταύτης τῆς γραφῆς τῆς ἐκτεθείσης, ἀνάδεμα >ἔστωσαν.«

Ταῦτα μὲν οὖν οἱ μὲν δείσαντες οἱ δὲ φενακισθέντες συνυπέγραψαν· οἱ δὲ συνθέσθαι μὴ βουληθέντες εἰς τὰς τῆς οἰκουμένης ἐσχατιὰς ἐξεπέμφθησαν.

ὅτι μέντοι τῆσδε τῆς ἐκθέσεως ἅπαντες κατηγοροῦσιν οἱ τῆς ἀληθείας ἀγωνισταὶ καὶ διαφερόντως οἱ τὴν Ἑσπέραν οἰκοῦντες, μαρτυρεῖ τὰ πρὸς Ἰλλυρίους παρ’ ἐκείνων γραφέντα. ἐξῆρχε δὲ τῶν γεγραφότων Δάμασος, τῆς μὲν Ῥωμαίων ἐκκλησίας μετὰ Λιβέριον τὴν προεδρίαν λαχών, παμπόλλοις δὲ ἀρετῆς κοσμούμενος εἴδεσιν.

ἐνενήκοντα δὲ κοινωνοὺς ἔσχε τῶν γραμμάτων, ἐξ Ἰταλίας καὶ Γαλατίας, τῆς νῦν Γαλλίας ὀνομαζομένης, εἰς τὴν Ῥώμην συνεληλυθότας. ἐνέθηκα δ’ ἂν καὶ τὰ τούτων ὀνόματα, εἰ μὴ παρέλκον ὑπέλαβον. ἔγραψαν δὲ τάδε· [*](2—9 vgl. Sozomen. IV 6, 12) [*](* 16—24 Cass. V 28) [*](A HN (n) * GS (s) = r B3L + FVR [R von 14 δὲ συνθέσθαι an] (v) = z Τ) [*](1 καὶ > n ι ἐκ δεξιῶ; s, s. 145, 19 ι 4 ἐκφέρεσθαι B3 ι 5 vor οὐσίας + τῆσ Ns ι 5 τὸ] τοῦτο A ι 6 μηδαμῶς s ι περὶ > T ι 7 μήτε] μὴ v ι δεῖν r (H m) zT > A, vgl. οὐδὲ οὐκ Socr.) ὀφείλει Athan. Socr. ι 9 δάσκουσι B3 ι πάσας f. sie Accusativ Π ι 10 ἧ καὶ — 11 ἀνεφύησαν] καὶ οἵτινες νεωστὶ ἐφάνησαν T ι ἧ — νεωστὶ] ἡ καί τινες νεωστὶ A ι ἧ > Lv ι 11 τῆς ἐκτεθείσης γραφῆς Τ ι 13 οὑν] δὴ οὑν S δὴ G > A, οὖν über μὲν2 A c ι 13/14 συνυπέγραψαν Τ ὑπέγραψαν B3 συνέγραψαν ArLv ι 16 κβ am Rand nur in A ι 18 ἰλλυρίου B3 ι παρ’] ὑπ᾿ L ι 21 ἐνενήκοντα] XCIII Mansi 111459 ι 23 παρέλκον ὑπέλαβον, λκ auf Rasur und ὐπ’ übergeschrieben A c, vgl. S. 168, 5)

147
»Οἱ ἐπίσκοποι οἱ ἐπὶ τῆς ῾Ρωμαίων εἰς τὸ ἱερὸν συνέδριον συνελθόντες, Δάμασος καὶ Οὐαλεριανὸς καὶ οἱ λοιποί, τοῖς ἀγαπητοῖς ἀδελφοῖς τοῖς ἐν τῷ Ἰλλυρικῷ καθεστῶσιν ἐπισκόποις, ἐν θεῷ χαίρειν.