Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ἀλλὰ τοῦτο μαθὼν ὁ παμπόνηρος αὐτὸς >παροξύνει τὸν στρατηλάτην Σεβαστιανόν, Μανιχαῖον ὄντα. καὶ >λοιπὸν αὐτὸς μετὰ πλήθους στρατιωτῶν ὅπλα καὶ ξίφη γυμνὰ καὶ >τόξα καὶ βέλη φερόντων ὥρμησεν ἐν αὐτῇ τῇ κυριακῇ κατὰ τῶν >λαῶν.

καὶ ὀλίγους εὑρὼν εὐχομένους (οἱ γὰρ πλεῖστοι λοιπὸν διὰ >τὴν ὥραν ἀναχωρήσαντες ἤσαν), τοιαῦτα εἰργάσατο οἶα παρ’ αὐτῶν >παέπρεπεν ἀκούσαντα πρᾶξαι. πυρκαιὰν γὰρ ἀνάψας καὶ στήσας >παρθένους παρὰ τὸ πῦρ, ἠνάγκαζε λέγειν ἑαυτὰς τῆς Ἀρείου πίστεως >εἶναι.

ὡς δὲ νικώσας αὐτὰς ἔβλεπε, γυμνώσας λοιπὸν οὕτως κατέ- >κοψεν εἰς τὰ πρόσωπα, ὡς μετὰ χρόνον αὐτὰς μόλις ἐπιγνωθῆναι >ἄνδρας δὲ κρατήσας τεσσαράκοντα καινοτέρῳ τρόπῳ κατέκοψεν >ῥάβδους γὰρ τὰς ἀπὸ τῶν φοινίκων 〈εὐθὺς τεμὼν> ἐν αὐταῖς ἐχούσας >ἔτι τοὺς σκόλοπας, τὰ νῶτα τούτων οὕτως ἐξέδειρεν ὡς τινὰς μὲν >πολλάκις χειρουργηθῆναι διὰ τοὺς ἀποπαγέντας ἐν αὐτοῖς σκόλοπας.