Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ὁ μὲν δὴ θεῖος ἐκεῖνος τῶν ἀρχιερέων ὅμιλος ταύτην τῇ νόσῳ Μελτίου τὴν θεραΠείαν προσήνεγκε. μεμένηκε δὲ ὅμως μέχρι καὶ τήμερον τῆς ἐκείνου παραπληξίας τὰ λείψανα· καὶ ἔστιν ἐν ἐκείνοις γε τοῖς χωρίοις μοναχῶν τινων συστήματα οὔτε τοῖς ὑγιαίνουσι πει- θόμενα δόγμασι καὶ κατὰ τὴν πολιτείαν κενοῖς τισιν ἐπιτηδεύμασι κεχρημένα, τῇ Σαμαρειτῶν καὶ Ἰουδαίων φρενοβλαβείᾳ συμβαίνοντα.

Επέοτειλε δὲ καὶ βασιλεὺς ὁ μέγας, τοὺς ἀφικέσθαι μὴ δυνηθέντας τῶν ἐπιοκόπων τὰ πεπραγμένα διδάσκων· καὶ προὐργον νενόμικα καὶ ταύτην ἐνθεῖναι τῇ συγγραφῇ τὴν ἐπιστολήν, τῆς τοῦ γεγραφότος ψυχῆς τὸ θεοφιλὲς σαφῶς ἐκδιδάσκουσαν.

»Κωνσταντῖνος Σεβαστὸς ταῖς ἐκκλησίαις.

>Πεῖραν λαβὼν ἐκ τῆς τῶν κοινῶν εὐπραξίας ὅση τῆς θείας >μεως πέφυκε χάρις, τοῦτον πρὸ πάντων ἔκρινα εἶναί μοι >σκοπόν, ὅπως παρὰ τοῖς μακαριωτάτοις τῆς καθολικῆς πλήθεσι πίστις μία καὶ εἰλικρινὴς ἀγάπη ὁμογνώμων τε περὶ τὸν >παγκρατῆ θεὸν εὐσέβεια τηρῆται.

ἀλλ’ ἐπειδὴ τοῦτο ἑτέρως οὐχ >οἷόν τε ἦν ἀκλινῆ καὶ βεβαίαν τάξιν λαβεῖν, εἰ μή εἰς ταὐτὸν >των ὁμοῦ ἢ τῶν γοῦν πλειόνων ἐπισκόπων συνελθόντων, δῶν προσηκόντων τῇ ἁγιωτάτῃ θρησκείᾳ διάκρισις γένοιτο, τούτου >ἕνεκεν πλείστων ὅσων συναθροισθέντων καὶ αὐτὸς δὲ καθάπερ εἶς [*](4—8 vgl. Theodoret. Haeret. Fabul. IV 7 PG 83, 425 B — 13 — S. 46, 10 Euseb. Vit. Const. ιιι 17 —20. Socrat. ι 9, — 46) [*](* 13 — S. 47, 3 Gelas. Cyzic. ιι 36) [*](Α HN (n) GS (s) DL + FV (v) = z Τ [von 5 καὶ an]) [*](1 τῶν αἰώνων ἀμήν > n ι ἧ τριὰς — 2 ἀίδιος Π = Cass. > ΩSocr. Gel. ι 3 ταύτῃ AN ι 4 μελετίου n τῆ ἐκείνου Dsv ι καὶ > A ι 6 τινὰ ns ι 7 κενοῖς Anv καινοῖς sLT Λαί ἐν οἷσ D, vgl. τὰ καταγέλαστα Haeret. Fabul. ι 9 δὲ καὶ > T ι 10 διδάσκων· καὶ προὖργον] γινώσκειν· πρέπον γοῦν Τ ι 13 ῑ am Rand HSS ι 14 ὅση] ὅσοι T ι 15 χάρις = Gel. Eus. Socr.] ἧ χάρισ’ SDLT ι τοῦτον πρὸ nsDL Socr. Cod. M τοῦτον τε πρὸ ATSocr. Codd. FC τούτων τε πρὸ V τοῦτον Λαὶ πρὸ Gel. τοῦτον πρό γε Eus., ob τοῦτόν γε πρὸ zu lesen? ι 18 ἑτέρωσ TTGel. Socr. > Eus. ι 20 ἧ τῶν γοῦν τῶν γοῦν auf Rasur A) = Eus. Socr.] ἤγουν τῶν n Gel. ι ἑκάστου = Gel. Eus. Socr.] ἑκάστου τε Kn ι 21 θρησκείᾳ = Gel. Eus. Socr.] ἐκκλησία TEus. Cod. V)

43
>ἐξ ὑμῶν τυγχάνων συμπαρών, οὐ γὰρ ἀρνησαίμην ἄν, ἐφ’ ᾧ μάλιστα >χαίρω, συνθεράπων ὑμέτερος πεφυκέναι), ἄχρι τοσούτου ἅπαντα τῆς >προσηκούσης τετύχηκεν ἐξετάσεως, ἄχρις οὗ ἡ τῷ πάντων ἐφόρῳ >θεῷ ἀρέσκουσα γνώμη πρὸς τὴν τῆς ἑνότητος συμφωνίαν εἰς φῶς >προήχθη, ὡς μηδὲν ἔτι πρὸς διχόνοιαν ἢ πίστεως ἀμφισβήτησιν >ὑπολείπεσθαι.

>Ἔνθα καὶ περὶ τῆς ἁγιωτάτης τοῦ Πάσχα ἡμέρας γενομένης >ζητήσεως, ἔδοξε κοινῇ γνώμῃ καλῶς ἔχειν ἐπὶ μιᾶς ἡμέρας πάντας >τοὺς ἁπανταχοῦ ἐπιτελεῖν. Τί γὰρ ἡμῖν κάλλιον, τί δὲ σεμνότερον >ὑπάρξαι δυνήσεται τοῦ τὴν ἑορτὴν ταύτην, παρ’ ἧς τὴν τῆς >ἀθανασίας εἰλήφαμεν ἐλπίδα, μιᾷ τάξει καὶ φανερῷ λόγῳ παρὰ πᾶσιν ἀδιαπτώτως φυλάττεσθαι; καὶ πρῶτον μὲν ἀνάξιον ἔδοξεν εἶναι τὴν >ἁγιωτάτην ἐκείνην ἑορτὴν τῇ τῶν Ἰουδαίων ἑπομένους συνηθείᾳ πληροῦν οἳ τὰς ἑαυτῶν χεῖρας ἀθεμίτῳ πλημμελήματι χράναντες >εἰκότως τὰς ψυχὰς οἱ μιαροὶ τυφλώττουσιν. ἔξεστι γὰρ τοῦ ἐκείνων >ἔθνους ἀποβληθέντος ἀληθεστέρᾳ τάξει, ἣν ἐκ πρώτης τοῦ πάθους ἡμέρας μέχρι τοῦ παρόντος ἐφυλάξαμεν , καὶ ἐπὶ τοὺς μέλλοντας >αἰῶνας τὴν τῆς ἐπιτηρήσεως ταύτης συμπλήρωσιν ἐγγίνεσθαι.

μηδὲν >τοίνυν ἔστω ἡμῖν κοινὸν μετὰ τοῦ ἐχθίστου τῶν Ἰουδαίων ὄχλου. >εἰλήφαμεν γὰρ παρὰ τοῦ σωτῆρος ἑτέραν ὁδόν· πρόκειται δρόμος >τῇ ἱερωτάτῃ ἡμῶν θρησκείᾳ καὶ νόμιμος καὶ πρέπων. τούτου >συμφώνως ἀντιλαμβανόμενοι, τῆς αἰσχρᾶς ἐκείνης ἑαυτοὺς συνειδήσεως ἀποσπάσωμεν,

ἀδελφοὶ τιμιώτατοι ἔστι γὰρ ὡς ἀληθῶς ἀτοπώτα- >τον ἐκείνους αὐχεῖν, ὡς ἄρα παρεκτὸς τῆς αὐτῶν διδασκαλίας ταῦτα >φυλάττειν οὐκ εἴημεν ἱκανοί. τί δὲ φρονεῖν ὀρθὸν ἐκεῖνοι δυνήσον- [*](A HN(n) GS(s) DL + FV (v) = z T) [*](1 τυγχάνων = Gel. Socr. Codd. AM] ἐτύγχανον D Eus. ι 2 ἄχρις ὅτου DL und, σ ὅ auf Rasur, Ac ι 3 πάντων ἐφόρῳ = Eus. Socr. Cod. A] τῶν πάντων ἐφόρῳ ND Socr. Codd. FCM παντεφόρω T Gel. ι 4 ἀρέσκουσα = Gel. Eus. Socr.] ἀρκοῦσα An ι ἑνότητος = Gel. Eus. Socr.] θεότητος n ι 7 ἁγιωτάτης τοῦ πάσχα ἡμέρας An ἁγιωτάτης ἡμέρας τοῦ πάσχα sz τοῦ πάσχα ἁγιωτάτης ἡμέρας TGel. Eus. Socr. ι AT Gel. Eus. Socr. τελεῖν nsz ι 10 τοῦ = Gel. Eus. Socr.] ἢ τοῦ ΑΤ ι 11 λόγῳ = (-lel. Eus. Socr.] λογισμῶ A ι 12 καὶ > n ι 14 ἀθεμίτῳ — Ib εἰκότως = Gel. Eus. Socr.] ἀθεμίτως A ι 1(5 ἔθνους = Gel. Eus. Socr. Codd. FCM] ἔθους SL Eus. Cod. J ι ἐκ πρώτης = Gel. Eus. Socr.] ἐν καιρῶ τῆς An ι 17 ἡμέραν GLv ι 18 ἐγγίνεσθαι = Gel. Socr.] γίνεσθαι T ἐκτείνεσθαι Eus. ι 19 κοινὸν = Gel. Eus. Socr. > SV ι 20 γὰρ =Eus. nach πρόκειται ~ Socr. > TGel. ι 21 τῆσ ἱερωτάτης — θρισκείασ Τ ι νόμιμος καὶ πρέπων AT Eus. πρέπων καὶ νόμιμος nsDL πρέπον Λαὶ νόμιμον v ι 22 σινειδήσεως] συνηθείας nach Z. 13? ülicher)

44
>ται, οἳ μετὰ τὴν κυριοκτονίαν ἐκείνην ἐκστάντες τῶν φρενῶν >ἄγονται οὐ λογισμῷ τινι ἀλλ’ ὁρμῇ ἀκατασχέτω, ὅπου ἂν αὐτοὺς ἡ >ἔμφυτος αὐτῶν ἀπάγῃ μανία; ἐκεῖθεν τοίνυν κἀν τούτῳ τῷ μέρει τὴν >ἀλήθειαν οὐχ ὁρῶσιν, ὡς ἀεὶ κατὰ τὸ πλεῖστον αὐτοὺς πλανωμένους >ἀντὶ τῆς προσηκούσης ἐπανορθώσεως ἐν τῷ αὐτῷ ἔτει δεύτερον τὸ >Πάσχα ἐπιτελεῖν.

τίνος οὑν χάριν τούτοις ἑπόμεθα, οἳ δεινὴν πλάνην >νοσεῖν ὡμολόγηνται; δεύτερον γὰρ τὸ Πάσχα ἐν ἑνὶ ἐνιαυτῷ οὐκ ἄν >ποτε ποιεῖν ἀνεξόμεθα. ἀλλ’ εἰ καὶ ταῦτα μὴ προὔκειτο, τὴν ὑμε- >τέραν ἀγχίνοιαν ἐχρῆν καὶ διὰ σπουδῆς καὶ δι’ εὐχῆς ἔχειν πάντοτε >ἐν μηδενὸς ὁμοιότητι τὸ καθαρὸν τῆς ὑμετέρας ψυχῆς κοινωνεῖν >δοκεῖν ἀνθρώπων ἔθεσι.

>Πρὸς τούτοις κἀκεῖνο πάρεστι συνορᾶν, ὡς ἐν τηλικούτῳ πράγ- >ματι καὶ τοιαύτης θρησκείας ἑορτῇ διαφωνίαν ὑπάρχειν ἐστὶν >ἀθέμιτον. μίαν γὰρ ἡμῖν τὴν τῆς ἡμετέρας ἐλευθερίας ἡμέραν.

τουτέστι >τὴν τοῦ ἁγιωτάτου πάθους, ὁ ἡμέτερος παρέδωκε σωτήρ, μίαν εἶναι >τὴν καθολικὴν αὐτοῦ ἐκκλησίαν βεβούληται· ἧς εἰ καὶ τὰ μάλιστα >εἰς πολλούς τε καὶ διαφόρους τόπους τὰ μέρη διῄρηται, ἀλλ’ ὅμως >ἐν ἑνὶ πνεύματι, τουτέοτι τῷ θείῳ βουλήματι, θάλπεται.

λογισάσθω >δὲ ἡ τῆς ὑμετέρας ὁσιότητος ἀγχίνοια, ὅπως ἐστὶ δεινόν τε καὶ >ἀπρεπὲς κατὰ τὰς αὐτὰς ἡμέρας ἑτέρους μὲν ταῖς νηστείαις >σχολάζειν, ἑτέρους δὲ συμπόσια συντελεῖν, καὶ μετὰ τὰς τοῦ Πάσχα ἡμέρας ἄλλους μὲν ἐν ἑορταῖς καὶ ἀνέσεσιν ἐξετάζεσθαι, ἄλλους δὲ ταῖς >ὡρισμέναις ἐκδεδόσθαι νηστείαις. διὰ τοῦτο γοῦν τῆς προσηκούσης >ἐπανορθώσεως τυχεῖν καὶ πρὸς μίαν διατύπωσιν ἄγεσθαι τοῦτο ἡ >θεία πρόνοια βούλεται, ὡς ἔγωγε ἅπαντας ἡγοῦμαι αυνορᾶν.

Ὅθεν ἐπειδὴ τοῦτο οὕτως ἐπανορθοῦσθαι προσῆκεν, ὡς μηδὲν [*](A HN(n) GS(s) DL + FV(v) = z T) [*](3 ἀπάγῃ = Socr. Cod. C] ἀπάγει ASocr. Cod. A ἀπάγοι Gel. ἄγει s ἀγάγοι Τ ἀγάγῃ Eus. Socr. ι 8 ποτε ποιεῖν AT Gel. Eus. Socr. ποιεῖν ποτε nsz ι ἀνεξοίμεθα H ἀνεξώμεθα Socr., aber ἀνεξόμεθα Socr. Cod. C ι καὶ ταῦτα μὴ nDL Gel. Eus. Socr. καὶ ταῦτα μὴ A μὴ καὶ ταῦτα sV μὴ καὶ ταῦτα μὴ F καὶ μὴ ταῦτα T ι 9 δι’ εὐχῆσ T Eus. Socr. εὐχῆσ Ansz πάντοτε ἔχειν ~ n ι 10 ὁμοιότητι DT Gel. Eus. Socr. ὁμοιώματι AnsLv ι ὑμετέρας nTEus. ἡμετέρας sz > A ι 11 δοκεῖν SDLVTGel. Eus. δοκεῖ AF ἧ δοκεῖν Socr. > nG ι 12 κἀκείνω T ι 13 τοιαύτησ AzTGel. Eus. Cod.VSocr. τοιαύτη nsEus. Codd. JMBA 1 14 μίαν γὰρ am Rand Ac ι ἡμῖν = Gel. Eus. Socr. > A ι 15 τὴν > NLGel. ι παραδέδωκε L ι 16 ἧς εἰ καὶ τὰ = Eus. Socr.] ἧσ’ καὶ n εἰ καὶ τὰ Gel. ι 18 ἐν ἑνὶ AzGel. ἑνὶ TSocr. ἐν nsEus. HSS ι θείῳ] ὁσίω T ι 21 συντελεῖν = Eus.] ἐκτελεῖν Τ τελεῖν Socr. ἐπιτελεῖν Gel. Socr. Cod. A ι 22 ἐν = Gel. Eus. > ALvT Socr. ι ἐξετάζεσθαι ἐζετά auf Rasur Ac) A)

45
>μετὰ τῶν πατροκτόνων τε καὶ κυριοκτόνων ἐκείνων εἶναι >ἔστι τε τάξις εὐπρεπής, ἣν ἅπασαι αἱ τῶν δυτικῶν τε καὶ >βρινῶν καὶ ἀρκτῴων τῆς οἰκουμένης μερῶν παραφυλάττουσιν >σίαι καί τινες τῶν κατὰ τὴν Κῴαν τόπων ὢν ἕνεκεν ἐπὶ >παρόντος καλῶς ἔχειν ἅπαντες ἡγήσαντο. καὶ αὐτὸς δὲ τῇ ὑμετέρᾳ ἀγχινοίᾳ ἀρέσειν ὑπεσχόμην, ἵν ὅπερ δἂν κατὰ τὴν Ῥωμαίων πόλιν >Ἰταλίαν τε καὶ Ἀφρικὴν ἅπασαν. Αἴγυπτον, Σπανίας, >Βρεττανίας, Λιβύας ὅλην Ἑλλάδα Ἀσιανήν τε διοίκησιν καὶ >τικὴν καὶ Κιλικίαν μιᾷ καὶ συμφώνῳ φυλάττηται γνώμῃ, >τοῦτο καὶ ἡ ὑμετέρα προσδέξηται σύνεσις, λογιζομένη ὡς οὐ >πλείων ἐστὶν ὁ τῶν κατὰ τοὺς προειρημένους τόπους ἀριθμός, ἀλλὰ καὶ ὡς τοῦτο μάλιστα κοινῇ πάντας ὁσιώτατόν ἐστι βούλεσθαι, ὅπερ καὶ ὁ ἀκριβὴς λογισμὸς ἀπαιτεῖν δοκεῖ, καὶ οὐδεμίαν μετὰ τῆς Ἰουδαίων ἐπιορκίας ἔχειν κοινωνίαν.

ἵνα δὲ τὸ κεφαλαιω- >δέστατον συντόμως εἴπω, κοινῇ πάντων ἤρεσε κρίσει τὴν >τοῦ Πάσχα ἑορτὴν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ συντεθεῖσθαι· οὐδὲ >πρέπει ἐν τοσαύτῃ ἁγιότητι εἶναί τινα διαφοράν, καὶ κάλλιον >σθαι τῇ γνώμῃ ταύτῃ ἐν ᾗ οὐδεμία ἔσται ἀλλοτρίας πλάνης >ἁμαρτήματος ἐπιμιξία.

>Τούτων οὕτως στοιχούντων, ἀσμένως δέχεσθε τὴν οὐράνιον χάριν καὶ θείαν ὡς ἀληθῶς ἐντολήν·

πᾶν γὰρ ὅ τι δἂν ἐν τοῖς ἁγίοις τῶν ἐπισκόπων συνεδρίοις πράττηται, τοῦτο πρὸς τὴν θείαν [*](A HN(n) GS(s) DL + FV(v) = z T) [*](1 εἶναι κοινόν An Eus. Socr. κοινὸν εἶναι s εἶναι κοινωνόν T κοινὸν εἶναι ἡμῖν L κοινὸν ἡμῖν εἶναι Dv εἶναι ἡμῖν ἧμίν übergeschrieben) κοινόν Ac ἡμῖν κοινόν Gel. ι 2 ἔστι τε = Soor.] ἔστι δὲ L Gel. Eus. ἔστιν ἑτέρα D ι τε2 > TGel. ι 3 τῆς] τῶν τῆς Α ι 6 ἀρέσειν szTEus. Socr. ἀρέσκειν AnGel. ι ὅπερ ἂν nV ι τὴν = Socr ] τὴν τῶν τῶν sLEus. Codd. MBA Socr. Cod. Α ι nach Ῥωμαίων + τε T ι πόλιν = Gel. Eus. Socr.] πολιτείαν n ι 7 τε > DT ι Σπανίας = Eus ] ἱσπανίασ σπανίαν Gel. ι 8 βρετανίασ DFT ι Λιβύας = Gel. Eus] λιβίησ NS Λιβύην HGTSocr. ι ὅλην = Eus. Soor.] ὅλην τὴν A ι 8/9 καὶ Ποντικὴν διοίκησιν ~ Τ ι 9 φυλάττηται = Socr. Codd. FCM] φυλλάττεται LFT Gel. Eus. HSS Socr. Cod. Α ι vor γνώμῃ + τῆ V ι 11 πλεῖον AGTEus. Codd. JMB Socr. Codd. AC ι 13 ὁ > v ι ἀκριβὴσ AnDT Gel. Eus. Socr. εὐσεβὴσ sLv ι καὶ2] τὸ Gel. ι 14 κοινωνίαν ἔχειν ἐπιορκίας T ι ἔχειν ANGT Gel. Eus. HSS Socr. Codd. AFC ἔχει HSz Socr. Cod.M ι 14/15 κεφαλαιωδέστεροι T Eus. Codd. JMBA Gel. ι 17 τινα > T ι 18 ἔσται AT Eus. Cod. V Socr. ἐστὶν nsz Gel. Eus. Codd. JMBA ι 20 δέξασθε L δέξασθαι D ι οὐράνιον = Gel.] οὐρανίαν T Eus. Cod. J Socr. τοῦ θεοῦ Eus. I 21 δὰν szTAc Gel. Eus. Socr. ἂν An)

46
>βούλησιν ἔχει τὴν ἀναφοράν. διὸ πᾶσι τοῖς ἀγαπητοῖς ἡμῶν ἀδελ- >φοῖς ἐμφανίσαντες τὰ προγεγραμμένα, ἤδη καὶ τὸν προειρημένον >λόγον καὶ τὴν παρατήρησιν τῆς ἁγιωτάτης ἡμέρας ὑποδέχεσθαί τε >καὶ διατάττειν ὀφείλετε, ἵνα ἐπειδὰν πρὸς τὴν πάλαι μοι >τῆς ὑμετέρας διαθέσεως ὄψιν ἀφίκωμαι, ἐν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ >τὴν ἁγίαν μεθ’ ὑμῶν ἑορτὴν ἐπιτελέσαι δυνηθῶ καὶ πάντων μεθ’ ὑμῶν εὐδοκήσω, συνορῶν τὴν διαβολικὴν ὠμότητα ὑπὸ τῆς θείας δυνάμεως διὰ τῶν ἡμετέρων πράξεων ἀνῃρημένην, ἀκμαζούσης >πανταχοῦ τῆς ἡμετέρας πίστεως καὶ εἰρήνης καὶ ὁμονοίας. ὁ >ὑμᾶς διαφυλάξει, ἀδελφοὶ.«