Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Θαυμαζέτω δὲ μηδεὶς εἰ τηλικούτους ἄνδρας ἐξαπατηθεὶς ἐξωστράκισεν. ἀρχιερεῦσι γάρ, κρύπτουσι μὲν τὴν πονηρία, τὴν δὲ ἄλλην ἔχουσι περιφάνειαν, ἐξαπατῶσιν· ἐπίστευσεν. ἴσασι δὲ οἱ τὰ θεῖα πεπαιδευμένοι ὡς καὶ ὁ θεῖος ἐξηπατήθη Δαβὶδ ὁ πραότατος καὶ τοσοῦτος προφήτης.

ἐξηπάτησε δὲ αὐτὸν οὐκ ἀρχιερεὺς ἀλλ’ οἰκέτης οἰκότριψ καὶ μαστιγίας· τὸν Σιβὰ λέγω τὸν κατὰ τοῦ Μεμφιβοσθὲ τὰ ψευδῆ τὸν βασιλέα διδάξαντα καὶ τὸ ἐκείνου χωρίον σφετερισάμενον.