Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ἐπειδὴ δὲ προσῆλθεν Ἀθανάσιος ὁ θαυμάσιος τὴν ἄδικον ὀδυρόμενος κρίσιν, ἀφικέσθαι τοὺς αἰτιαθέντας τῶν ἐπισκόπων ἐκέλευσεν.

οἱ δὲ παραγενόμενοι καὶ τὸ τῶν ἐλέγχων προφανὲς ὑπειδόμενοι τὰς μὲν προτέρας συκοφαντίας κατέλιπον, ἔφασαν δὲ τῷ βασιλεῖ ήπειληκέναι τὸν Ἀθανάσιον τὴν σιτοπομπίαν κωλύσειν τούτοις πιστεύσας τοῖς λόγοις ὁ βασιλεὺς εἰς τινα πόλιν τῶν καλουμένων Γαλλιῶν αὐτὸν ἐξωστράκισε Τρίβερις δὲ ὄνομα ταύτῃ. τριακοστὸν δὲ τοῦτο ἦν αὐτῷ τῆς βασιλείας ἔτος.