Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Μελίτιος ἐκεῖνος, ὃν ἡ ἐν Νικαίᾳ σύνοδος ἀπεκήρυξεν, ἐπέμενε κυκῶν καὶ ταράττων τήν τε Θηβαίδα καὶ τὴν ταύτῃ πελάζουσαν Αἴγυπτον· τῶν τούτου στασιωτῶν τινας μισθωσάμενοι, ἵν ἀνύποπτον ἧ τῆς κατηγορίας τὸ σχῆμα, πείθουσι πρὸς βασιλέα δραμεῖν καὶ συκοφαντίαν ὑφήναι, ὡς Ἀθανάσιος τελωνεῖ μὲν τὴν Αἴγυπτον, τὸ δὲ συναθροιζόμενον χρυσίον ἀνδρί τινι τυραννίδα χορηγεῖ. καὶ τὰς βασιλέως ἐξαπατήσαντες ἀκοὰς εἰς τὴν κωνσταντινούπολιν τὸν Ἀθανάσιον ἤγαγον.

ὁ δὲ ἀφικόμενος διήλεγξε τῶν κατηγορημάτων τὸ ψεῦδος καὶ τὴν θεόθεν ἐγχειρισθεῖσαν ἀπέλαβεν ἐκκλησίαν· δηλοῖ δὲ ταῦτα καὶ ὁ βασιλεὺς ἐξ ὧν πρὸς τὴν Ἀλεξανδρέων ἔγραψεν ἐκκλησίαν, ὢν τὸ τελευταῖον μέρος ἐνθήσω τῇ συγγραφῃ.

[*](1—9 vgl. Athanas. Apol. c. Arian. 6 PG 25, 257 BC — 7 Joh. 1, 18 — 11—21 Athanas. ebd. 59, 357 A u. 00, 360 A — 11— S. 82, 9 vgl. Sozomen. II 22, 6—9. Socrat. I 27, 8—10)[*](* 18—21 Gelas. Cyzic. ιιι 15, 147 a, 39 und III 18, 154 b, 11)[*](B A HN (n) GS (s) DL + FV (v) = z)[*](3 ηὐφημεῖτο B ι 4 πάνυ BA πανευφήμῳ nsz ι 6 τῆ πείρα übergeschrieben Ac ι 8/9 δυσσεβείας] δυνάμεως n ι 9 δὴ] δὲ Β ι 11 vor Μελίτιος + ἐπεὶ n I μελέτιοσ nsF ι ἐκεῖνος > B ι ἐπέμεινε B μεμένηκε ns ι 13 τούτου] τε G > nS ι nach τούτου + οὖν V ι στασιωτῶν BD στασιαστῶν Lv und ἀσίας auf Rasur Ac) A στρατιωτῶν ns (nach στρατιωτῶν + οὑν S) ι 13/14 ἀνύποπτον ᾖ] ἦ A ἀνύποπτον (hinter ἧ gewiesen) am Rand Ac ι 15 ὑφάναι Bn, vgl. 87, 20 u. 6 ι μὲν τελωνεῖΝ L ι IG ἀνδρί τινι ρί τινι auf Rasur Α ι 19 κατηγορημάτων AzGel. ιιι 18 κατηγορησάντων B κατηγόρων ns συκοφαντῶν Gel. III 15 ι 20 δηλοῖ — 21 ἐκκλησίαν > s ι ὁ βασιλεὺς ἐξ ὦν B ἃ (aus ὁ corr. Ac) βασιλεὺσ ////// A ὁ βασιλεὺς N ἅ βασιλεὺς z ἆ ὁ βασιλεύς Η ι 22 nach τῇ συγγραφῇ + μέρος ἐπιστολῆς κωνσταντίνου (+ τοῦ H) βασιλέως ns)
82

»Οὐδὲν ἴσχυσαν οἱ πονηροὶ κατὰ τοῦ ἐπισκόπου ὑμῶν ἐμοὶ πιστεύ- >σατε, ἀδελφοί. οὐδὲν ἕτερον ἐσπουδάκασιν ἢ ἵνα κατατρίψαντες τοὺς >ἡμετέρους χρόνους μηδεμίαν χώραν ἐν τῇ ζωῇ ταύτῃ μεταμελείας >ἔχωσιν. ἐπικουρήσατε τοίνυν ὑμῖν αὐτοῖς, παρακαλῶ, τὸ φίλτρον τὸ >ὑμέτερον ἀγαπήσατε καὶ παντὶ σθένει διώξατε τοὺς τὴν τῆς ἡμετέρας >ὁμονοίας χάριν ἀφανίζειν ἐπιθυμοῦντας, καὶ πρὸς τὸν θεὸν ἀπιδœντες >ὑμᾶς αὐτοὺς ἀγαπᾶτε. ἐγὼ γὰρ τὸν ὑμέτερον ἐπίσκοπον Ἀθηνάσιον >ἀσμένως προσηκάμην οὕτω τε προσεφθεγξάμην ὡς ἄνθρωπον αὐτὸν >εἰναι θεοῦ πικεισμίνος.«

Ἀλλ᾿ οὐδὲ οὕτως οἱ δυσσεβεῖς ἐνετράπησαν, ἀλλ’ ἕτερον ἐξύφηναν δρᾶμα, ᾧ προσόμοιον οὐδεὶς τῶν πάλαι γεγενημένων τραγῳδοποιῶν ἢ κωμῳδοποιῶν διέπλασε πώποτε. κατηγόρους γὰρ πάλιν ἐκ τῆς αὐτῆς συμμορίας μισθωσάμενοι προσάγουσι βασιλεῖ, βοῶντας άνοσιουργίας ἀρρήτους τετολμηκέναι πολλὰς τὸν τῆς ἀρετῆς ἀθλητήν.

ἡγεῖτο δὲ τούτων Εὐσέβιός τε καὶ Θεογόνιος καὶ Θεόδωρος ὁ Περίνσιος (Ἡράκλειαν δὲ νυνὶ τὴν Πέρινθον ὀνομάζουσιν), οὐκ ἀνεκτὰ ταῦτα εἶναι λέγοντες οὐδὲ ἀκοαῖς φορητά. πείθουσι δὴ οὖν τὸν βασιλέα σύνοδον ἐν Καισαρείᾳ τῆς Παλαιστίνης ἀθροῖσαι, ἔνθα δὴ πλείους ἦσαν οἱ δυσμενεῖς κἀκεῖσε κριθῆναι κελεῦσαι τὸν Ἀθανάσιον. πεισθεὶς δὲ ὡς ἱερεῦσιν ὁ βασιλεύς, παντάπασι γὰρ ἠγνόει τὰ τυρευόμενα, τοῦτο γενέσθαι προσέταξεν.