Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

>ἐπειδὴ τοσοῦτος εἶ, σοὶ παρατίθεμαι τοὺς αὐτοὺς τούτους, ὅτι καὶ >εὐσεβείᾳ ἐπίσημος εἶ, ἐγχειρίζων. τούτους ἀγάπα ἁρμοδίως τῆς αὐτοῦ >φιλανθρωπίας. σαυτῶ τε γὰρ καὶ ἡμῖν ἀπερίγραπτον δώσεις διὰ >τῆς πίστεως τὴν χάριν.«

Τοσαύτην ὁ πάντα ἄριστος βασιλεὺς τῶν εὐσεβείᾳ κοσμουμένων ἐποιεῖτο φροντίδα, οὐ μόνον τῶν ὑπηκόων ἐπιμελούμενος ἀλλὰ καὶ [*](14—S. 80, 1 vgl. Sozomeu. II 15, 5) [*](* 4— S. 80, 7 Niceph. H. Ε. VIII 38) [*](A HN(n) GS (s) DL + FV(v) = z Τ W [von — 13]) [*](1 ἔχει AnSvT ἔχειν AcGDLEiis. ι 2 πάντας Eus. πάντα/// A πάντα die übr. HSS Gel. unirersa Cass. ι 4 τουτου τοῦ καταλόγου ANsLvTWGel. undHSS. Eus. = de taJi hominum collegio Cass. τούτω τῶ καταλόγῳ HD ι 6 ὅταν ANsLvTW Gel. ὅτε Eus. Cod. V quando Cass. oriHDEus. ι 7 κοσμῆται AsFWGel. κοσμεῖται nDLVT κεκόσμηται Eus. ι τε2 = Eus.] δὲ Τ ι 8 ὑπάρχοι τὰ] ὑπάρχοντα Τ ι ὑπάρχοι nsFEus. Cod. V ὑπάρχει /// εἰ aus ο . . corr. Ae) A ὑπάρχει DLVWEus. Codd. JMBA ὑπάρξοι Gel. ι ὅτι ADLTGel.Eus. ὅ ἐστι nsvW ι κἀκείνοισ AnsvW Eus. Cod. J κἀκεῖνοι DLTGel. Eus. Cod. V, ὑπάρχοι und κἀκείνοις belegt auch Cass.: tu ergo optime gubernaveris si fueris sieut Uli, et habueris commune quod illi γὰρ > n ι 9 δεσπότην πρᾶον AnsTCass. θεὸν πρᾶον zW δεσπότην καὶ θεὸν πρᾶον Gel. δεσπότην πατέρα θεὸν Eus. ι καὶ] τε καὶ nV ι τούτοισ’ Lv I 10 παρατίθεμαι = Eus.] παρατίθημι VTGel. ι τοὺς αὐτοὺς τούτους] τούτουσ αὐτοὺς T τοὺς αὐτοὺς δὲ τούτους W ι καὶ > Lv ι 11 ἐγχειρίζων nsT Gel. Eus. ἐγχειρίζω kzW ι 11/12 τῆς αὐτοῦ (ἑαυτοῦ σαυτοῦ L Gel.) AnszTGel. τῆς σεαυτοῦ ἑαυτοῦ Cod. V) φιλανθρωπίας Eus. HSS ἡ σαυτοῦ φιλανθρωπία θρωπία W ι 12 σαυτῶ AzWT αὐτῶ nsEus. Cod, V ι ἀπ///ρ///γραπτον T τὴν Ans Gel. Eus. > zW ι 14 τοσαύτη T ι ὁ πανάριστος T ὁ τὰ πάντα ἄριστος Gel. ι 15 ἐποιεῖτο = Gel.] σπουδὴ ἐποιεῖτο τὴν T ι μόνον AnGDL Gel. Cass.] μόνων SvT ι ἐπιμελόμενος T)

80
τῶν ὑφ’ ἕτερα σκῆπτρα τελούντων εἰς δύναμιν προμηθούμενος. διά τοι τοῦτο καὶ αὐτὸς τῆς θείας κηδεμονίας ἀπήλαυε καὶ τῆς τε Εὐρώπης ἁπάσης καὶ τῆς Λιβύης, πρὸς δὲ ταύταις καὶ τοῦ πλείστου τῆς Ἀσίας κατέχων τὰς ἡνίας, εὔνους εἶχε τοὺς ἀρχομένους καὶ τῷ χαλινῷ μεθ᾿ ἡδονῆς πειθομένους.

καὶ μὲν δὴ καὶ τῶν βαρβάρων οἱ μὲν ἑκόντες ἐδούλευον, οἱ δὲ πολέμω, κρατούμενοι· καὶ πανταχοῖ· τρόπαια ἵστατο καὶ νικηφόρος ὁ βασιλεὺς ἀνεδείκνυτο. ἀλλὰ ταῦτα μὲν καὶ ἕτεροι διὰ πλειόνων εὐφήμησαν· ἡμεῖς δὲ τῆς προκειμένης ἱστορίας ἐχώμεθα.

Ὁ μὲν οὑν πανεύφημος βασιλεὺς τὰς ἀποστολικὰς φροντίδας ἐν τῇ ψυχῇ

περιέφερεν, οἱ δὲ τῆς ἱερωσύνης ἠξιωμένοι οὐ μόνον οἰκοδομεῖν οὐκ ἐβούλοντο, ἀλλὰ καὶ αὐτὰ τὰ τῆς ἐκκλησίας ἀνορύττειν ἐπεχείρουν θεμέλια. τοὺς γὰρ δὴ τούτων μετὰ τῶν ἀποστολικῶν ἡγουμένους δογμάτων παντοδαπὰς συκοφαντίας ὑφαίνοντες καθαιροῦντες ἐξήλαυνον.

οὐ γὰρ δὴ ἔλαβον κόρον τοῦ φθόνου τὸ παλυθρύλητον ἐκεῖνο κατὰ Εὐσταθίου τοῦ μεγάλου δρᾶμα συντεθεικότες, ἀλλὰ καὶ ἄλλον πύργον μέγιστον τῆς εὐσεβείας ὑπορύττειν ἐπεχείρουν καὶ τὰς παντοδαπὰς προσέφερον μηχανάς. ἐν συντόμῳ δὲ καὶ τήνδε τὴν τραγῳδίαν ὡς ἔνι μάλιστα διηγήσομαι.

Ἀλεξάνδρου τοῦ θαυμασίου πρεσβύτου, ὃς τὴν Ἀρείου κατηγωνίσατο βλασφημίαν, τοῦ βίου τὸ τέρμα κατειληφότος μετὰ μῆνας πέντε τῆς ἐν Νικαίᾳ συνόδου, τὴν τῆς Ἀλεξανδρέων ἐκκλησίας Ἀθανάσιος διεδέξατο προεδρίαν, ἀνὴρ παιδόθεν μὲν τοῖς θείοις μαθήμασιν ἐντραφείς, τραφείς, ἐν ἑκάστῃ δὲ τάξει τῶν ἐκκλησιαστικῶν χορῶν γενόμενος [*](2—7 vgl. Euseb. Vit. Const. IV 14. I 8 — s 20— S. 81, 9 vgl. Rufin. H. X 15, 980, 11—18 — 21 vgl. Athan. Apol. c. Arian. 59 PG 25, 357 A) [*](* 10—13 Niceph. Η. Ε. VIII 43 — 10—14 Gelas. Cyzic. Gelas. Cyzic. III 16, 150a, 7—8 — 20—23 Cass. III 4) [*](B[von 14-τες καθαιροῦντες an] A HN(n) GS (n) DL + FV 9v) = z Τ [bis θεμέλια]) [*](2 ἀπέλαυεν Lv ἀπήλαβε D ἀπέλαβεν T ἀπήλαυσεν sGel. potitus est Cass. ι 3 τοῦ As ι 4 κατέχων = Gel. tenens Cass.] λαχὼν A ι εἶχον A ι καὶ τῶ — 5 πειθομένους ADLTGel. Nie. > nsvCass. ι 6 ἑκότεσ Τ ι 9 ἐχόμεθα AT ι 10 pfc am Rand sLv ι οὖν > Lv ι βασιλεὺς > A ι 11 δὲ] δέ γε A ι 13 δὴ > s ι 15 κόρον nszGel. καιρὸν BA ι 16 συντεθηκότεσ BA, η in εἰ corr. Ac ι 17 ///// τῆς V κατὰ τῆς F ι 20 κς am Rand AD ι πρεσβύτου BA sene Cass., vgl. Rufin Z. 14 sene Alexandra, ἐπισκόπου nsz γρ. ἐπισκό- που übergeschrieben Ae ι 23/24 ἐντραφείς] παιδευθεὶς n ι 24 ἐν > Lv //// A)

81
ἀξιάγαστος.

οὕτος ἐν τῇ μεγάλῃ συνόδῳ τοὺς ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων ἀγῶνας ἀναδεξάμενος, παρὰ μὲν τῶν τῆς ἀληθείας εὐφημεῖτο προμάχων, τῶν δέ ἴε ἀντιπάλων, ὡς ἀνταγωνιστής, ἐχθρὸς ἐγένετο καὶ πολέμιος.

συνῆν δὲ Ἀλεξάνδρῳ τῷ πάνυ νέος μὲν ὢν τὴν ἡλικίαν, τοῦ χοροῦ δὲ τῶν διακόνων ἡγούμενος. ταύτην αὐτοῦ τὴν ὑπὲρ τῆς ἀληθείας προθυμίαν τῇ πείρᾳ μεμαθηκότες οἱ τῷ μονογενεῖ θεῷ πολεμεῖν ἐγνωκότες καὶ γνόντες τῆς Ἀλεξανδρέων ἐκκλησίας ἐγχειρισθέντα τοὺς οἴακας, κατάλυσιν τῆς σφετέρας δυσσεβείας ὑπέλαβον τὴν ἐκείνου ἡγεμονίαν, τούτου δὴ εἵνεκα τοιόνδε τι μηχανῶνται.

Μελίτιος ἐκεῖνος, ὃν ἡ ἐν Νικαίᾳ σύνοδος ἀπεκήρυξεν, ἐπέμενε κυκῶν καὶ ταράττων τήν τε Θηβαίδα καὶ τὴν ταύτῃ πελάζουσαν Αἴγυπτον· τῶν τούτου στασιωτῶν τινας μισθωσάμενοι, ἵν ἀνύποπτον ἧ τῆς κατηγορίας τὸ σχῆμα, πείθουσι πρὸς βασιλέα δραμεῖν καὶ συκοφαντίαν ὑφήναι, ὡς Ἀθανάσιος τελωνεῖ μὲν τὴν Αἴγυπτον, τὸ δὲ συναθροιζόμενον χρυσίον ἀνδρί τινι τυραννίδα χορηγεῖ. καὶ τὰς βασιλέως ἐξαπατήσαντες ἀκοὰς εἰς τὴν κωνσταντινούπολιν τὸν Ἀθανάσιον ἤγαγον.

ὁ δὲ ἀφικόμενος διήλεγξε τῶν κατηγορημάτων τὸ ψεῦδος καὶ τὴν θεόθεν ἐγχειρισθεῖσαν ἀπέλαβεν ἐκκλησίαν· δηλοῖ δὲ ταῦτα καὶ ὁ βασιλεὺς ἐξ ὧν πρὸς τὴν Ἀλεξανδρέων ἔγραψεν ἐκκλησίαν, ὢν τὸ τελευταῖον μέρος ἐνθήσω τῇ συγγραφῃ.

[*](1—9 vgl. Athanas. Apol. c. Arian. 6 PG 25, 257 BC — 7 Joh. 1, 18 — 11—21 Athanas. ebd. 59, 357 A u. 00, 360 A — 11— S. 82, 9 vgl. Sozomen. II 22, 6—9. Socrat. I 27, 8—10)[*](* 18—21 Gelas. Cyzic. ιιι 15, 147 a, 39 und III 18, 154 b, 11)[*](B A HN (n) GS (s) DL + FV (v) = z)[*](3 ηὐφημεῖτο B ι 4 πάνυ BA πανευφήμῳ nsz ι 6 τῆ πείρα übergeschrieben Ac ι 8/9 δυσσεβείας] δυνάμεως n ι 9 δὴ] δὲ Β ι 11 vor Μελίτιος + ἐπεὶ n I μελέτιοσ nsF ι ἐκεῖνος > B ι ἐπέμεινε B μεμένηκε ns ι 13 τούτου] τε G > nS ι nach τούτου + οὖν V ι στασιωτῶν BD στασιαστῶν Lv und ἀσίας auf Rasur Ac) A στρατιωτῶν ns (nach στρατιωτῶν + οὑν S) ι 13/14 ἀνύποπτον ᾖ] ἦ A ἀνύποπτον (hinter ἧ gewiesen) am Rand Ac ι 15 ὑφάναι Bn, vgl. 87, 20 u. 6 ι μὲν τελωνεῖΝ L ι IG ἀνδρί τινι ρί τινι auf Rasur Α ι 19 κατηγορημάτων AzGel. ιιι 18 κατηγορησάντων B κατηγόρων ns συκοφαντῶν Gel. III 15 ι 20 δηλοῖ — 21 ἐκκλησίαν > s ι ὁ βασιλεὺς ἐξ ὦν B ἃ (aus ὁ corr. Ac) βασιλεὺσ ////// A ὁ βασιλεὺς N ἅ βασιλεὺς z ἆ ὁ βασιλεύς Η ι 22 nach τῇ συγγραφῇ + μέρος ἐπιστολῆς κωνσταντίνου (+ τοῦ H) βασιλέως ns)
82

»Οὐδὲν ἴσχυσαν οἱ πονηροὶ κατὰ τοῦ ἐπισκόπου ὑμῶν ἐμοὶ πιστεύ- >σατε, ἀδελφοί. οὐδὲν ἕτερον ἐσπουδάκασιν ἢ ἵνα κατατρίψαντες τοὺς >ἡμετέρους χρόνους μηδεμίαν χώραν ἐν τῇ ζωῇ ταύτῃ μεταμελείας >ἔχωσιν. ἐπικουρήσατε τοίνυν ὑμῖν αὐτοῖς, παρακαλῶ, τὸ φίλτρον τὸ >ὑμέτερον ἀγαπήσατε καὶ παντὶ σθένει διώξατε τοὺς τὴν τῆς ἡμετέρας >ὁμονοίας χάριν ἀφανίζειν ἐπιθυμοῦντας, καὶ πρὸς τὸν θεὸν ἀπιδœντες >ὑμᾶς αὐτοὺς ἀγαπᾶτε. ἐγὼ γὰρ τὸν ὑμέτερον ἐπίσκοπον Ἀθηνάσιον >ἀσμένως προσηκάμην οὕτω τε προσεφθεγξάμην ὡς ἄνθρωπον αὐτὸν >εἰναι θεοῦ πικεισμίνος.«

Ἀλλ᾿ οὐδὲ οὕτως οἱ δυσσεβεῖς ἐνετράπησαν, ἀλλ’ ἕτερον ἐξύφηναν δρᾶμα, ᾧ προσόμοιον οὐδεὶς τῶν πάλαι γεγενημένων τραγῳδοποιῶν ἢ κωμῳδοποιῶν διέπλασε πώποτε. κατηγόρους γὰρ πάλιν ἐκ τῆς αὐτῆς συμμορίας μισθωσάμενοι προσάγουσι βασιλεῖ, βοῶντας άνοσιουργίας ἀρρήτους τετολμηκέναι πολλὰς τὸν τῆς ἀρετῆς ἀθλητήν.