Historia Ecclesiastica
Theodoret, Bishop of Cyrus
Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.
καὶ πολλοὶ μὲν ἱστορίας χάριν, πολλοὶ δὲ ἐμπορίας τὰς μακρὰς ἀποδημίας ἐστέλλοντο. τότε τις Τύριος τῆς θύραθεν φιλοσοφίας μετέχων, τὴν ἐσχάτην Ἰνδίαν ἱστορῆσαι ποθήσας, σὺν δύο μειρακίοις ἀδελφιδοῖς ἐξεδήμησεν· ὧν ἐπόθησε δὲ τυχών, ναυτιλίᾳ χρώμενος ἐπανῄει ὑδρείας.
δὲ χάριν εἴς τινα λιμένα τοῦ σκάφους προσορμισθέντος, βάρβαροι προσπεσόντες τοὺς μὲν κατηκόντισαν, τοὺς δὲ ἐξηνδραπόδισαν. καὶ ἐκεῖνος μὲν τοῖς τεθνεῶσι συνηριθμήθη, τὰ δὲ μειράκια προσήχθη τῷ βασιλεῖ. τούτων ὁ μὲν Αἰδέσιος ὁ δὲ Φρουμέντιος ὠνομάζετο.
πεῖραν δὲ τούτων τῷ χρόνῳ λαβὼν ὁ τῆς γῆς ἐκείνης κρατῶν καὶ ἀγχίνους ἰδών, τῆς οἰκίας ἐπιμελεῖσθαι προσέταξεν. εἰ δέ τις ἀπιστεῖ τοῖς λεγομένοις, τὰ τὸν Ἰωσὴφ καὶ τῆς Αἰγύπτου τὴν βασιλείαν σκοπησάτω, πρὸς δὲ τούτοις καὶ τοῦ προφήτου ἀναμιμνησκέσθω Δανιὴν καὶ τῶν τριῶν ἐκείνων τῆς εὐσεβείας ἀγωνιστῶν· καὶ γὰρ ἐκεῖνοι δορυάλωτοι γενόμενμενοι τὴν Βαβυλωνίων ἡγεμονίαν παρέλαβον.
τοῦ δὲ βασιλέως τετελευτηκότος, τῷ παιδὶ τῷ ἐκείνου συνῆσαν πλείονος τιμῆς άπολαύοντες, εὐσεβείᾳ δὲ συντεθραμμένοι τοὺς αὐτόσε τῶν ἐμπόρων ἀφικνουμένους κατὰ τὸ Ῥωμμαί ἔθος συναγείρεσθαί τε καὶ τὰς θείας ἐπιτελεῖν λειτουργίας προέτρεπον.