Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

μάρτυς ἐστί μοι >τούτου ὁ θεὸς αὐτός, ὃς ἐμοί τε καὶ ὑμῖν φιλαγάθως ἐπιμένοι, ἐπεὶ >καὶ ἐμὲ ἐκεῖνος περιέτρεψε καὶ ἀπρεπῶς ὑφήρπασεν, ὃ καὶ ὑμεῖς >ἐπιγνώσεσθε.

πάντα μὲν γὰρ ἐπράχθη τότε καθὼς αὐτὸς ἐπόθει, πᾶν ὁτιοῦν κακὸν ἐπὶ τῆς ἑαυτοῦ διανοίας ἀποκρυπτόμενος.

>Ἀλλὰ πρώην, ἵνα τὰ λοιπὰ τῆς τούτου σκαιότητος παρῶ. τί >μάλιστα μετὰ Θεογονίου, ὃν τῆς ἀνοίας ἔχει κοινωνόν, διεπράξατο >ἀκούσατε, παρακαλῶ. Ἀλεξανδρέας τινὰς τῆς ἡμετέρας πίστεως >ἀναχωρήσαντας ἐνταῦθα κεκελεύκειν ἀποσταλῆναι, ἐπειδὴ διὰ τῆς τούτων ὑπηρεσίας ὁ τῆς διχονοίας ἠγείρετο πυρσός.

ἀλλ’ οὗτοι οἱ [*](22—S. 69, 12 vgl. Sozomen. II 21, 8. I 21, 5) [*](A HN(n) GS(s) DL + FV(v) = z T) [*](1 nach φράσαι + μακροθύμως ἀκούσατε Gel. 1, loqui decet + audite Cass., Ω Gel. Λ wie im Text ι 4 πρό γε AnT (expung. in A) πρὸ ΩGel. Gel. 1 = Cass. Λ > sLv ι 6 τοὐ) τῆς τοῦ Τ ι ἰσχυροποίητο nGT ἰσχυροπόίοιτο A ἰρχυροποιεῖτο ΩGel. Gel. 1 ι 7 ὀλεθρίου Τ ι 8 οὕτος ΤΩGel. Gel. 1 οὕτος ὁ An I νομίζετε ΩGel. 1 putatis Cass. Λ νομίζεται AGTGel. ι 10 ἐλεγχομένη. Τ, uQGel. Gel. 1 wie im Text ι 11 μοι] τοι Τ ι 13 ἐστί μοι AT Cass. ὥ Gel. 1 μοί ἐστι Λ μού ἐστι n ι14 ὃς] ὡς s ι φιλάγαθος Ausgaben ι 15/16 ἐπιγνώσεσθε ΠΩ Gel. ἐπέγνωτε καὶ ἐπιγνώσεσθε Gel. 1 nostis Cass. cognoscitis Λ ι 16 αὐτὸς] καὶ αὐτὸς n ι ἐπόθει = Cass. Ω Gel. Λ ] Λ] ἐπεπόθει s ἐφάνη ποθῶν= ι 17 ἐπὶ τῆς ἑαυτοῦ διανοίας = Cass. Gel. Λ] ἐν T Λ] ι718 τού- του = ΩGel. 1 ι αὐτοῦ n ι σκαιότητος τοìτου Τ T ι παρῶ τί] παρόντι v ι 19 θεγνίον AnsDF θεογνίον LTi2Gel. 1 ΤιeοΡωiο > θεόγνιρῶ V ι 21 κε· κέλευσιν κελεί·σειν S ι ἐπειδὴ = Cass. ΩGel. gel. 1] ἐπειδὴ δὲ A 22 ἠγείρετο ΑΤΩ Gel. Gel. 1 διηγείρετο nsz)

69
>καλοί τε καὶ ἀγαθοὶ ἐπίσκοποι, οὓς ἅπαξ ἡ τῆς συνόδου ἀλήθεια >πρὸς μετάνοιαν τετηρήκει, οὐ μόνον ἐκείνους ἐδέξαντο καὶ παρ' >ἑαυτοῖς ἠσφαλίσαντο, ἀλλὰ καὶ ἐκοινώνησαν αὐτοῖς τῆς τῶν τρόπων >κακοηθείας. διὸ τοῦτο περὶ τοὺς ἀχαρίστους τούτους ἔκρινα πρᾶξαι >ἁρπαγέντας γὰρ αὐτοὺς ἐκέλευσα ὡς πορρωτάτω ἐξορισθῆναι.

νῦν >ὑμέτερόν ἐστιν πρὸς τὸν θεὸν ἐκείνῃ τῇ πίστει βλέπειν ἣ πάντοτε καὶ >γεγενῆσθαι συνέστηκε καὶ εἶναι πρέπει, καὶ διαπράξασθαι οὕτως ὡς >ἐπισκόπους ἁγνούς τε καὶ ὀρθοδόξους καὶ φιλανθρώπους ἔχοντες >χαίρομεν. εἰ τις δὲ πρὸς μνήμην τῶν λυμεώνων ἐκείνων ἢ πρὸς >ἔπαινον ἀπρονοήτως ἐξαφθῆναι τολμήσει, παραχρῆμα τῆς ἰδίας >τόλμης διὰ τῆς τοῦ θεράποντος τοῦ θεοῦ, τουτέστιν ἐμοῦ, ἐνεργείας >ἀνασταλήσεται· ὁ θεὸς ὑμὰς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί.

Τότε μὲν οὖν οὗτοι καὶ καθῃρέθησαν καὶ τῶν πόλεων ἐξηλάθησαν.« καὶ τὴν μὲν Νικομήδειαν Ἀμφίων ἐπιστεύθη, τὴν δὲ Νικαίαν Χρῆστος. ἀλλὰ πάλιν ταῖς ἐξ ἔθους χρησάμενοι μηχαναῖς καὶ τὴν βασιλέως φιλανθρωπίαν ἐφόδιον ἐξαπάτης εὑρόντες. ἀνεπάλαισάν τε καὶ τὴν προτέραν δυναστείαν ἀπέλαβον.

[*](13—17 vgl. Sozomen. 121, 5. II 16, 2. Socrat. I 14, 1. Gelas. ’zic. III (in fine). Athanas. Apol. c. Arian. 7)[*](* 13— S. 70, 11 Cass. II 23)[*](A HN(n) GS(s) DL + FV(v) = z Τ [bis 16 εὑρόντες])[*](1 ἅπαξ ἡ τῆσ συνόδου ἀλήθεια Ω Gel. Gel. 1 Gel. 1 τῆς συνόδου //// ἀλήθεια A ἅπαξ ἧ über τῆς geschrieben Ac ἅπαξ τῆς συνόδου ἡ ἠ > v) ἀλήθεια vT semel (simul Cass.) eoncilii veritas Cass. Λ ἅπαξ τῆ ἅπαντα N) τῆς συνόδου ἀληθεία nsD ι 2 τετηρήκει = Cass. Ω Gel. Λ] τετηρήκειν nGD ἐτετηρήκει Gel. 1 ι 3 ἑαυτοῖς] αὐσοὺσ L ι 4 διὸ τοῦτο ΩGel. = quapropter hoc Cass. διὰ τοῦτο ’ propter quod Λ ι τούτους Ω Gel. Gel. 1 = Cass. τοῦτο D und, nach ἔκρινα ~ L, τοῦτο //// ἔκρανα πρᾶξαι Α (die Ziffern von Ac), circa istos ingrafos + hoc Λ, danach: διὰ τοῦτο . . . τούτους τοῦτο Val. ι 5 γὰρ > Τ ι 7 πρέπῃ Α διαπράξασθαι οὕτως <ὡς> ’al.] διαπράξασθαι οὕτως· (so nach οὕτως ΠΩGel. διαπρ. οὕτως + ἵνα Gel. 1 διαπράξασθε οὕτως + παρακαλῶ ἵνα D, sie peragere ut . . . gaudemnus Λ apere, episcopos enim Cass., der weder οὕτως noch ὡς übersetzt ι 8 ὀρθοδόξουσ //// A ι ἔχοντες AzT Cass. Ω Gel. Gel. 1 Λ > ns ι 10 τολμήσῃ A ι 10/11 παραχρῆμα τῆς ἰδίας τόλμης > T ι 12 διαφυλάξοι A Gel. 1 διαρυλάξαι Τ φυλάξοι Gel. ι 13 κα am Rand sz ι οὖν = Cass. > DT καἰ1 = Cass. > AL ι 14 μὲν > s ι 15 ἀλλὰ = Cass.] ἀλλὰ τι καὶ L u. übergeschrieben Ac ι 16 ἀνεπάλεσάν τε AG)
70

Ὅ δὲ Εὐσέβιος, ὡς ἤδη ἔφην, καὶ τὴν Κωνσταντινουπόλεως ἡγεμονίαν κατέσχε τυραννικῶς. οὕτω δὲ τῆς πλείονος ἐπιλαβόμενος δυναστείας καὶ θαμὰ παρὰ βασιλέως φοιτῶν καὶ τὴν παρρησίαν ἐκ τῆς συχνοτέρας συνουσίας λαβών, τὰς κατὰ τῶν τῆς ἀληθείας προμάχων κατεσκεύασε μηχανάς.

καὶ πρῶτον ἱμείρεσθαι τῆς τῶν Ἱεροσολύμων θέας σκηψάμενος, καὶ ταύτῃ τὸν βασιλέα βουκολήσας ὡς τὸ πολυθρύλητον τῆς οἰκοδομίας ἔργον ὀψόμενος, μετὰ πλείστης ἐκεῖθεν ἀπῆρε ἀπῆρε τοῦ βασιλέως αὐτῷ καὶ ὀχήματα καὶ τὴν ἄλλην ἀπονείμαντος θεραπεία,,.

συναπῆρε δὲ αὐτῶ καὶ θεογόνιος ὁ Νικαίας, κοινωνὸς ὤν, ὡς καὶ πρόσθεν εἰρήκαμεν τῶν πονηρῶν βουλευυατων.

Ἀφικόμενοι δὲ εἰς τὴν Ἀντιόχειαν καὶ τὸ τῆς φιλίας περιθέμενοι προσωπεῖον, θεραπείας ἀπήλαυσαν ὅτι μάλιστα πλείστης· ὁ γὰρ τῆς ἀληθείας πρόμαχος ὁ μέγας Εὐστάθιος πᾶσαν αὐτοῖς ἀδελφικὴν φιλοφροσύνην προσήνεγκεν.

ἐπειδὴ δὲ τοὺς ἱεροὺς κατέλαβον τόπους καὶ τοὺς ὁμόφρονας ἐθεάσαντο, Εὐσέβιόν τε τὸν Καισαρείας καὶ τὸν Σκυθοπολίτην Πατρόφιλον καὶ τὸν Λύδδης Ἀέτιον καὶ τὸν Λαοδικείας Θεόδοτον καὶ τοὺς ἄλλους ὅσοι τὴν λώβην εἰσεδέξαντο τὴν Ἀρείου, ἐμήνυσάν τε τὸ τυρευόμενον καὶ σὺν αὐτοῖς τὴν Ἀντιόχου κατέλαβον.

καὶ τὸ μὲν πρόσχημα τῆς τῶν ἄλλων ἐπιδημίας προ- [*](1 oben S. 66, 7 f — 2—5 vgl. Socrat. 1 23, 1 — 5— S. 72, 3 vgl. Synax. — 5—S. S. 72, 21 vgl. Nicetas Thesaur. V 9 PG 139, 1869 D — 10 oben S. 33, 1. 68, 19) [*](* 2—S. 72, 21 Gelas. Cyzic. III 16 — 5—S. 72, 21 Polydeukes 298 phan. 28, 9 — — S. 72, 21 Cass. II 24) [*](A HN (n) GS ἡ DL + FV (v) = z T [von 5 ἱμείρεσθαι an]) [*](1 κὴ am Rand A ι 1/2 κατέσχεν ἡγεμονίαν ns ι 2 οὗτος ns ι 3 θαμὰ παρὰ L und θαμὰ auf Rasur Ac) A συχνὰ παρὰ D frequenter ad Cass. ἐγγὺς nsv, vgl. unten II .3, 6 ι 6 σκεψάμενος DT ι 7 ἔργον übergeschrieben Ac ι ἐκεῖθεν] ἐκείνης s ι 9 συναπῆρε — 11 βουλευμάτων > T* ι θεόγνιοσ L Gel. Theognius Cass. Cod. L θέογνισ V Synax. ι 12 ἀφικόμενος T* ι τὸ As ι περιθέμενοσ Τ* ι 13 ἀπέλασαν Lv ἀπήλαυσεν T* ι nach γὰρ + θεῖος ι 14 αὐτῶ Τ* ι 15 προσήνεγκεν, εγκεν auf Rasur, Ac ι nach δὲ + καὶ Τ* κατελάβετο — 16 ἐθεάσατο T* ι 10 τε > T ι nach Καισαρείας + θεόγνιον τὸν νικαίας Τ*, Cass. wie im Text ι 18 θεόδωτον AT ι εἰσεδέξαντο Τ ///// ἐδέξαντο A ἐδέξαντο nsz ι 19 ἐμήνυσάν — αὐτοῖς] συνελάλησέν τε μετ’ αὐτῶν κατὰ τοῦ τῆς ἀληθείας διδασκάλου εὐσταθίου καὶ ὁμοθυμασὸν Τ* Cass. wie im Text ι τε τὸ nsD //// τὸ A τὸ Lv ι τετυρευμένον v quod cogitaverant Cass. τυρευθὲν Gel.) [*](20 πρόσσχημα Av)

71
πόμπιος ἦν τιμή· τὸ δὲ καττυόμενον, ὁ κατὰ τῆς εὐσεβείας πόλεμος. γύναιον γὰρ ἑταιρικὸν τὴν ὥραν ἀπεμπολοῦν μισθωσάμενοι καὶ τὴν γλῶτταν αὐτοῖς ἀποδόσθαι πείσαντες, συνῆλθον εἰς τὸ συνέδριον. εἶτα τοὺς ἄλλους ἅπαντας ἔξω γενέσθαι κελεύσαντες, τὸ τρισάθλιον εἰσήγαγον γύναιον.

ἡ δὲ παιδίον ὑπότιτθον ὑποδεικνῦσα, ἐκ τῆς Εὐσταθίου συνουσίας ἔλεγε τοῦτο καὶ συνειληφέναι καὶ τετοκέναι καὶ ἀναίδην ἐβόα. ὁ δὲ τῆς συκοφαντίας τὸ προφανὲς ἐπιστάμενος εἴ τινα ἔχοι τούτου συνίστορα, ἄγειν εἰς μέσον ἐκέλευσεν.

ἐκείνης δὲ μηδένα ἔχειν μάρτυρα τῆς κατηγορίας λεγούσης, ὅρκον προὔτειναν οἱ δικαιότατοι δικασταί, καίτοι τοῦ νόμου διαρρήδην βοῶντος ἐπὶ δύο καὶ τριῶν μαρτύρων εἶναι βέβαια τὰ λεγόμενα, καὶ ἄντικρυς τοῦ ἀποστόλου κελεύοντος μηδὲ κατὰ πρεσβυτέρου γινομένην γραφὴν δίχα δύο ἢ τριῶν μαρτύρων προσδέχεσθαι.

ἀλλὰ τῶν θείων οὔτοι νόμων καταφρονήσαντες ἀμάρτυρον κατ’ ἀνδρὸς τοσούτου κατηγορίαν ἐδέξαντο. ἐπειδὴ δὲ οἷς εἶπεν ἐκείνη τὸν ὅρκον προστέθεικε, βοῶσα ἠ’ μὴν Εὐσταθίου τὸ βρέφος εἶναι, ὡς κατὰ μοιχοῦ λοιπὸν οἱ φιλαλήθεις τὴν ψῆφον ἐξήνεγκαν.