Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ἅγιον τῷ κυρίῳ παντοκράτορι«. τοῦ δὲ σωτηρίου σταυροῦ μοῖραν μέν τινα τοῖς βασιλείοις ἀπένειμε, τῷ δὲ λοιπῷ θήκην ἐξ ὕλης ἀργύρου ποιησαμένη τῷ τῆς πόλεως δέδωκεν ἐπισκόπῳ, φυλάτ- τειν παρεγγυήσασα ταῖς ἔπειτα γενεαῖς τὰ τῆς σωτηρίας μνημόσυνα.

πάντοθεν δὲ δὴ παντοδαπῆς ὅλης τεχνίτας ἀγείρασα τοὺς μεγίστους ἐκείνους καὶ λαμπροτάτους νεὼς ἐδομήσατο. τὸ δὲ τούτων κάλλος καὶ μέγεθος ἐκφράσαι περιττὸν ἄγαν ὑπείληφα. πάντων ὡς ἔπος εἰπεῖν τῶν φιλοθέων ἐκεῖσε θεόντων καὶ θεωμένων τῶν ἔργων τὴν πολυτέλειαν.

Πεποίηκε δὲ καὶ ἕτερον μνήμης ἄξιον ἡ πανεύφημος ἐκείνη καὶ ἀξιάγαστος βασιλίς. τὰς γὰρ διὰ βίου τὴν παρθενίαν ἀσκούσας συναγείρασα πάσας καὶ ἐπὶ στιβάδων πολλῶν κατακλίνασα, αὐτὴ θερα- παινίδος ἔργον ἐπλήρου, διακονοῦσα καὶ ὄψα παρατιθεῖσα καὶ κύλικας ὀρέγουσα καὶ οἰνοχοοῦσα καὶ πρόχουν ἐπὶ λέβητος φέρουσα καὶ ὕδωρ ταῖς ἐκείνων χερσὶν ἐπιχέουσα.

ταῦτα καὶ τὰ τούτοις ὅμοια δράσασα ἐπανῆλθε μὲν πρὸς τὸν παῖδα, μετ’ εὐθυμίας δὲ εἰς τὸν ἕτερον μετέστη βίον, πλεῖστα τῷ παιδὶ περὶ τῆς εὐσεβοῦς πολιτείας ἐντειλαμένη καὶ ταῖς ἐξιτηρίοις αὐτὸν ἐπικλύσασα εὐλογίαις. ἐκείνη μὲν οὖν καὶ μετὰ τὴν τελευτὴν τιμῆς τετύχηκεν ὁποίας τυχεῖν ἐχρῆν τὴν οὕτως ἐπιμελῶς καὶ θερμῶς τὸν τῶν ὅλων τεθεραπευκυῖαν θεόν. Οἱ δὲ τῆς Ἀρείου συμμορίας τῶν παμπονήρων οὐκ ἐπελάθοντο βουλευμάτων.

τούτου γὰρ δὴ ἕνεκα τῇ τῆς πίστεως ὁμολογίᾳ συνέ- [*](5/6 vgl. Sozomen. II 2, 1. Socrat. 1 17, 10—11 1 — 10 —15 vgl. Rufin. H. E. X S. 970, 26. Sozomen. II 2, 2. Socrat. I 17, 12 — 17—21 vgl. Sozomen. II 2, 4—5) [*](* —15 Georg. Mon. 502, 2 — —18 Cass. ιι 18 — 1721 H. E. Vin 31 — 22—S. 69, 12 Cass. II 22) [*](A HN(n) GS(s) DL + FV(v) = z) [*](1 σωτηρίου = Gel. Cass.] gqo ἡμῶν τοῦ, ἡμῶν gestrichen, A ι 2 τοῖς — 3 ἀργύρου = Gel. Cass. > s ι τῷ δὲ λοιπῷ = Gel.] τὸ δὲ λοιπὸν n ι 3 ἀρυύρον] ἀργυρίου A ἀργυρᾶς Gel. ι 5 δὴ > nsGel. ι παντοδαπῆς ὕλης τεχνίτας = Gel.] παντοδαπὴν ὕλην τοῖσ’ τεχνίταισ A ι 6 ἐδωμήσατο A ι 8 θεομένων A ι 11 τὶν AnD Gel. Georg. > sLv ι 11/12 συναγείρασα πόσας καὶ = Gel. > A κατακλίνασα nSzGel. κατακλίνουσα Georg. ἀνακλίνασα AG, vgl. 74, 28. 75, 8 ι 12/18 θεραπαινίδος An z Gel. θεραπαίνησ sGeorg. 1 14 πρόχοον s Gel. ι 18 ὲξητηρίοισ Α ι 19 Λαὶ, Gel. > Α ι τετύχηκεν = Gel.] ἔτυχεν Α ι 22 Οἱ δὲ: ᾗ am Rand HSS ι 23 εἵνεκα sz ι τῆ — ὁμολογία ADL in confessione Cass. τὰς — ὁμολογίας nsv)

66
θέντο ταῖς χερσὶν ὡς ἂν τὰ κώδια περικείμενοι τὰ τῶν λύκων ἐργάσαιντο. ὁ μὲν γὰρ θεῖος ἐκεῖνος Ἀλέξανδρος, ὁ τῇ προσευχῇ κατακοντίσας τὸν Ἄρειον τὸν Βυζάντιον λέγω, οὕτω γὰρ ἡ Κωνσταντινούπολις κατ’ ἐκεῖνον ὠνομάζετο τὸν καιρόν), εἰς τὸν ἀμείνω μετετέθη βίον·

Εὐσέβιος δὲ ὁ τῆς δυσσεβείας συνήγορος, μικρὰ φροντίσας ὧν πρὸ βραχέος μετὰ τῶν ἄλλων ἀρχιερέων συνέγραψεν ὅρων, παραυτίκα τὴν Νικομήδειαν καταλιπὼν τὸν τῆς Κωνσταντινουπόλεως ἥρπασε θρόνον, ἄντικρυς τοῦ κανόνος ἐπισκόπους ὁμοῦ καὶ πρεσβυέρους ἀπαγορεύοντος ἐξ ἑτέρας εἰς ἑτέραν μὴ μεταβαίνειν πόλιν. θαυμαστὸν δὲ οὐδὲν τοὺς οὕτω κατὰ τῆς τοῦ μονογενοῦς μανέντας θεότητος ἀδεῶς τοὺς ἄλλους παραβῆναι νόμους.