Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

»Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Εὐσεβίῳ.

>Κατὰ τὴν ἐπώνυμον ἡμῖν πόλιν, τῆς τοῦ σωτῆρος θεοῦ >συναιρομένης προνοίας, μέγιοτον πλῆθος ἀνθρώπων τῇ ἁγιωτάτῃ >ἐκκλησίᾳ ἀνατέθεικεν ἑαυτό, ὡς πάντων ἐκεῖσε πολλὴν λαβόντων >αὔξησιν σφόδρα ἄξιον καταφαίνεσθαι καὶ ἐκκλησίας ἐν αὐτῇ

>κατασκευασθῆναι πλείους. τοιγάρτοι δέδεξο προθυμότατα τὸ δόξαν τῇ >ῆμετέρᾳ προαιρέσει. πρέπον γὰρ κατεφάνη δηλώσαι τοῦτο τῇ σῇ >συνέσει, ὅπως ἂν πεντήκοντα σωμάτια ἐν διφθέραις ἐγκατασκεύοις >εὐανάγνωστά τε καὶ πρὸς τὴν χρῆσιν εὐπαρακόμιστα ὑπὸ τεχνιτῶν >καλλιγράφων καὶ ἀκριβῶς τὴν τέχνην ἐπισταμένων γραφῆναι >κελεύσειας, τῶν θείων δηλαδὴ γραφῶν, ὧν μάλιστα τήν τε ἐπισκευὴν >καὶ τὴν χρῆσιν τῷ τῆς ἐκκλησίας λόγῳ ἀναγκαίαν εἶναι γινώσκεις.

>ἀπέσταλται δὲ γράμματα παρὰ τῆς ἡμετέρας ἡμερότητος πρὸς τὸν >τῆς διοικήσεως καθολικόν, ὅπως ἂν πάντα τὰ πρὸς τὴν ἐπισκευὴν >αὐτῶν ἐπιτήδεια παρασχεῖν φροντίσειεν. ἵνα γὰρ ὡς τάχιστα τὰ >γραφέντα σωμάτια κατασκευασθείη, τῆς σῆς ἐπιμελείας ἔργον τοῦτο γενήσεται. καὶ γὰρ δύο δημοσίων ὀχημάτων ἐξουσίαν εἰς διακομιδὴν ἐκ τῆς αὐθεντίας τοῦ γράμματος ἡμῶν τούτου λαβεῖν σε προσήκει.

οὕτω γὰρ ἂν μάλιστα τὰ καλῶς γραφέντα καὶ μέχρι τῶν ἡμετέρων >ὄψεων ῥᾷστα διακομισθείη, ἑνὸς δηλαδὴ τοῦτο πληροῦντος τῶν ἐκ τῆς σῆς ἐκκλησίας διακόνων, ὃς ἐπειδὰν ἀφίκηται πρὸς ἡμᾶς τῆς ἡμετέρας πειραθήσεται φιλανθρωπίας. ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ.«

[*](1—23 bei Euseb. Vit. Const. IV 36)[*](* 1— S. 61, 14 Cass. II 16 (aber vielleicht —23 = socrat.))[*](A HN(n) G DL + FV(v) = z Τ W)[*](1 iz am Rand Α ι Μέγιστος > A ι Σεβαστὸς > Τ, pius Cass. 1 2 ἡμῖν Anz Socr. Eus. ἡμῶν sTWfiel. ι Α ι 2/3 συναιρουμένησ AG I 4 ἑαυτώ ANTW ι 6 δέδεξο = Gel. Eus.] δέδοξο s > Socr. Codd. Cass. ι 7 πρέπον γὰρ κατεφάνη nYWYiUS. πρέπον κατεφάνη sDLF Socr. Codd. (aber καὶ πρέπον κατεφάνη Cod. A) und (mit τοῦτο vor κατεφάνη ~) Gel. decidt Cass. ὃ καὶ πρέπον κατεφάνη Α κατεφάνη δὲ πρέπον T ι δηλῶσαι τοῦτο AnszWSocr. τοῦτο δηλῶσαι T Eus. ι 8 ἐνκατασκεύοισ A ι 1) εὔγνωστά v ι καὶ πρὸς — = Gel. Socr.] καὶ πρὸς — εὐμετακόμιστα Eus. > A ι 11 τε = Gel. Eus. > AWSocr. I 12 τῶν τ.ἐ. λόγων AW ι 14 ἂν πάντα ΠSocr.]= ἅπαντα Gel. Eus. Codd. ι 16 γὰρ ὡς] ὡσ γὰρ A ὡς δὲ Τ, ut enim Cass. ι 15/16 γραφέντα τὰ ~ Τ ι 16 /17 τοῦτο γενήσεται ATWGel. Socr. Eus. γενήσεται τοῦτο nsz ι19 ἂν > T ι τὰ = Socr. Eus. > AWGel.)
61

Ἱκανὰ μὲν οὖν καὶ ταῦτα τεκμηριώσαι, μᾶλλον δὲ διδάξαι σαφῶς, ὅπως ὁ πανεύφημος βασιλεὺς πᾶσαν εἰς τὰ θεῖα μετατέθεικε τὴν σπουδήν.

Προσθήσω δὲ ὅμως τοῖς εἰρημένοις τὰ περὶ τὸν σωτήριον αὐτῷ τάφον κατωρθωμένα. μαθὼν γὰρ ὡς οἱ κορυβαντιῶντες καὶ περὶ τὴν τῶν εἰδώλων θεραπείαν βεβακχευμένοι τὸν μὲν δεσποτικὸν κατέχωσαν τάφον, λήθῃ παραδοῦναι φιλονεικοῦντες τῆς σωτηρίας τὴν μνήμην, ἐπὶ τούτῳ δὲ νεὼν τῆς ἀκολάστου δαίμονος ἐδομήσαντο, ταῖς παρθενικαῖς ὠδῖσιν ἐπιτωθάζοντες, καταλυθῆναι μὲν προσέταξε τὸ μυσαρὸν οἰκοδόμημα. τὸν δὲ χοῦν ἐκεῖνον τὸν ἐναγέσι μολυνθέντα θυσίαις ἐκφορηθῆναι καὶ πόρρω που ῥιφῆναι τοῦ ἄστεος, εἶτα νεὼν οἰκοδομηθῆναι μέγιστόν τε καὶ κάλλιστον.

δηλοῖ δὲ ταῦτα σαφέστερον ἡ ἐπιστολὴ ἣν πρὸς τὸν πρόεδρον τῆς ἐκκλησίας ἐκείνης ἐπέστειλεν. Μακάριος δὲ ἢν οὕτος, οὑ καὶ πρόσθεν ἐμνήσθημεν, ὃς καὶ τῆς μεγάλης κεκοινωνήκει συνόδου καὶ τὴν Ἀρείου σὺν τοῖς ἄλλοις κατηγωνίσατο βλασφημίαν.