Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

>Ὁ τοίνυν ἐπίσκοπος Ἀλέξανδρος, ἀκούσας ταῦτα καὶ πάνυ λυπη- >θεὶς εἰσελθὼν εἰς τὴν ἐκκλησίαν, τὰς χεῖρας ἄρας πρὸς τὸν θεὸν >ἀπωδύρετο, καὶ ῥίψας ἑαυτὸν ἐπὶ πρόσωπον ἐν τῷ ἱερατείῳ, κείμενος >ἐπὶ τοῦ ἐδάφους ηὔχετο. παρῆν δὲ καὶ Μακάριος εὐχόμενος σὺν >αὐτῷ καὶ ἀκούων τῆς φωνῆς αὐτοῦ.

παρεκάλει δὲ δύο ταῦτα λέγων· >»εἰ Ἄρειος αὔριον συνάγεται, ἀπόλυσον ἐμὲ τὸν δοῦλόν σου καὶ μὴ >συναπολέσῃς εὐσεβῆ μετὰ ἀσεβοῦς· εἰ δὲ φείδῃ τῆς ἐκκλησίας σου >(οἶδα δὲ ὅτι φείδῃ), ἔπιδε ἐπὶ τὰ ῥήματα τῶν περὶ Εὐσέβιον καὶ μὴ >δῷς εἰς ἀφανισμὸν καὶ ὄνειδος τὴν κληρονομίαν σου καὶ ἆρον >Ἄρειον, ἵνα μὴ εἰσελθόντος αὐτοῦ εἰς τὴν ἐκκλησίαν δόξῃ καὶ ἡ >αἵρεσις συνεισέρχεσθαι αὐτῷ καὶ λοιπὸν ἡ ἀσέβεια νομισθῇ ὡς >εὐσέβεια«. ταῦτα εὐξάμενος, ὁ ἐπίσκοπος ἀνεχώρησε πάνυ φροντίζων >καὶ γέγονέ τι θαυμαστὸν καὶ παράδοξον.

τῶν γὰρ περὶ Εὐσέβιον >ἀπειλησάντων, ὁ μὲν ἐπίσκοπος προσηύξατο, ὁ δὲ Ἄρειος ἐθάρρει >τοῖς περὶ Εὐσέβιον· Πόλλα τε φλυαρῶν εἰσῆλθεν εἰς καθέδρας, ὡς >διὰ χρεία, τῆς γαστρός, καὶ ἐξαίφνης, κατὰ τὸ γεγραμμένον πρηνὴς γενόμενος ἐλάκησε μέσος«, καὶ πεσὼν εὐθὺς ἀπέψυξεν >ἀμφοτέρων τε τῆς κοινωνίας καὶ τοῦ ζῆν ἀπιστερήθη.

[*](14 f Joel 2, 17. vgl. Judith 4, 12 — 23 Act. 1, 18)[*](* 21—S. 58, 4 Georg. Mon. 534, 15)[*](A HN(n) GS(s) DL + FV (v) = z)[*](1 ἀντέλεγε φάσκων AszAthan. ἀντέφασκε n ι 3 παρὰ] παρὰ τοῦ DL ι 4 τυγχάνει AL ι 6 ἔλεγεν AnsL ἐλέγετο VCod. Nicet. ἔλεγον DF Athan., wohl richtig ι 7 Ἀλέξανδρος ἐπίσκοπος ~ + κωνσταντινουπόλεωσ n, Athan. wie im Text ι 8 τὰς] καὶ τὰς n τάς τε Athan. ι πρὸς τὸν θεὸν ὅρας ~ n ἐκτείνας πρὸς τὸν θεὸν Athan. ι 9 ἀπωδύρετο nszAthan. ἀπωδύρατο A ι 10 ὁ μακάριοσ n ι 11 τῆς φωνῆς αὐτοῦ ἀκούων n ἀκούσας τῆς φωνῆς αὐτοῦ Athan. ι 12 fifj, ἡ auf Rasur A [14 φείδῃ nDL Athan. φείδῃ τῆς ἐκκλησίας Asv, aber τῆς ἐκκλησίασ gestrichen in A ι περὶ nsDv Cod. Nicet. Athan. περὶ τὸν AL ι 15 δὸς s ι 17 καὶ λοιπὸν ADL Athan. λοιπὸν καὶ sv καὶ λοιπὸν καὶ n ι νομισδῆ Asz Athan. συνεισέλθῃ ἰτῶ n ι 18 ἀνεχώρησε — 20 ἐπίσκοπος #x003E; D ι 19 θαυμαστὸν καὶ Athan. θαῦμα καὶ Ns θαῦμα ALv θαῦμα φρικτὸν καὶ H ι 21 καθέδραν s θάκας Athan. ι 22 ἐξαίφνης nszAthan. Georg. εὐθέως A ι 23 γενάμενοσ A I ἐλάκισε ns)
58

>Τὸ μὲν οὖν τέλος τοῦ Ἀρείου τοιοῦτον γέγονε. καὶ οἱ περὶ >Εὐσέβιον μεγάλως αἰσχυνθέντες ἔθαψαν τὸν ὁμόφρονα ἑαυτῶν· ὁ >μακαρίτης Ἀλέξανδρος χαιρούσης τῆς ἐκκλησίας τὴν σύναξιν >λεσεν ἐν εὐσεβείᾳ καὶ ὀρθοδοξίᾳ, σὺν πᾶσι τοῖς ἀδελφοῖς >καὶ δοξάζων μεγάλως τὸν θεόν, οὐχ ὡς ἐπιχαίρων τῷ θανάτω. >γένοιτο· πᾶσι γὰρ »ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ >νεῖν«, ἀλλ’ ὅτι τοῦτο ὑπὲρ τὰς ἀνθρώπων κρίσεις ἐδείχθη.

αὐτὸς >γὰρ ὁ κύριος, δικάσας ταῖς ἀπειλαῖς τῶν περὶ Εὐσέβιον καὶ τῇ Ἀλεξάνδρου, κατέκρινε τὴν Ἀρειανὴν αἵρεσιν δείξας αὐτὴν ἀναξίαν >οὐσαν τῆς ἐκκλησιαστικῆς κοινωνίας καὶ πᾶσι φανερώσας ὅτι, παρὰ βασιλέως καὶ πάντων ἀνθρώπων ἔχῃ τὴν μαρτυρίαν καὶ τὴν προστασίαν, ἀλλὰ παρ’ αὐτῆς τῆς ἀληθείας κατεκρίθη.«