Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Καὶ μετὰ βραχέα πόλιν καὶ ταῦτα προστέθεικεν·

»Οὕτω δὴ συνταξάμενος ἐπὶ τὰ σφῶν οἰκεῖα τοὺς πάντας ἐπανι- >έναι ἠφίει. οἱ δὲ ἐπανῄεσαν σὺν εὐφροσύνῃ, ἐκράτει τε λοιπὸν >παρὰ τοῖς πᾶσι μία γνώμη, παρ’ αὐτῷ βασιλεῖ συμφωνηθεῖσα, >συναπτομένων ὥσπερ ὑφ’ ἑνὶ σώματι τῶν ἐκ μακροῦ διῃρημένων.

χαίρων >δῆτα βασιλεὺς ἐπὶ τῷ κατορθώματι τοῖς μὴ παρατυχοῦσι τῇ συνόδῳ >καρπὸν εὐθαλῆ δι’ ἐπιστολῶν ἐδωρεῖτο, λαοῖς τε ἅπασι τοῖς τε καὶ >ἀγροὺς καὶ τοῖς ἀμφὶ τὰς πόλεις χρημάτων ἀφθόνους διαδόσεις >ποιεῖσθαι παρεκελεύετο, ὡδί πη γεραίρων τὴν ἑορτὴν τῆς >εἰκοσετοῦς.«

Ἔδει μὲν οὖν τοὺς τὰ Ἀρείου φρονοῦντας, εἰ καὶ τοῖς ἄλλοις πατράσιν ἀντιλέγειν οὐκ ἐνόμιζον δυσσεβές, τούτῳ γοῦν πιστεύειν ὃν θαυμάζειν εἰώθασι, σύμφωνον γεγενῆσθαι τὴν ὁμολογίαν ἐκείνην διδάσκοντι ἐπειδὴ δὲ καὶ πρὸς τὰς τῶν οἰκείων πατέρων διαμάχονται δόξας ἐχρῆν τοῦ Ἀρείου τὴν αἰσχίστην μεμαθηκότας καὶ φρίκης γέμουσαν τελευτὴν φυγεῖν παντὶ σθένει τὴν ὑπ’ ἐκείνου τεχθεῖσαν ἀσέβειαν. ἐπειδὴ δὲ εἰκὸς μὴ πάντας εἰδέναι τοῦ θανάτου τὸν τρόπον ἐγὼ καὶ τοῦτον ὡς ἐγένετο διηγήσομαι.

Πλεῖστον οὕτος ἐν Ἀλεξανδρείᾳ διατρίψας χρόνον ἐπικωμάσαι [*](6—14 Euseb. Vit. Const. III 21—22) [*](* 6—14 Gelas. Cyzic. II 36) [*](A HN (n) GS (s) DL + FV(v) = z) [*](4 ἐν γραφῆ δι’ S Eus. ἐνγραφίδι Gz ἐγγραφίδι A aber ἴδι’ auf Rasur Ac ἐγγραφῆ n ἐγγράφως δι’ Socr, Gel. ι 5 καὶ2] κατὰ Α ι 7 ἐπανίεσαν An ι 7 λοιπὸν nszEus. Gel. τὸ λοιπὸν A ι 8 παρ’ αὐτώ SDLEus. Gel.//// παρ’ αὐτῶ //// A παρὰ τῶ Gv ἡ παρὰ τῶ n ι 9/10 χαίρων δῆτα ADLEus. Gel. χαίρων δὴ ἧ καὶ δὴ χαίρων n ι 10 βασιλεὺς AsDvEus. ὁ βασιλεὺς nLGel. ι 11 ἐπιστολῶν nsv Eus. Gel. ἐπιστολῆς ADL ι πᾶσι K ι 12/13 ποεῖσθαι διαδόσεις ~ A, Eus. Gel. wie im Text ι 13 παρεκελεύετο A Eus. Gel. διεκελεύετο nsz ι ὧδ’ ἐπιγεραίρων V 1 ἑορτὴν #x003E; V und 14 nach βασιλείας + ἀρχήν V ι 15 ιδ am Rand sF ι οὑν A #x003E; s ι19 τοῦ An] γοῦν sDv und, nach Ἀρείου ~, L) ι 23 ἰδ’ am Rand AnDL ι vor χρόνον + τὸν A

56
πάλιν τοῖς ἐκκλησιαστικοῖς συλλόγοις ἐβούλετο, ἀρνούμενος τὴν ἀσέ- βειαν καὶ τὴν ἐκτεθεῖσαν ὑπὸ τῶν πατέρων ὁμολογίαν ὑπισχνούμενος δέχεσθαι.

ὡς δὲ οὔτε τὸν θεῖον Ἀλέξανδρον ἔπεισεν, οὔτε μὴν Ἀθανάσιον τὸν τῆς ἐκείνου καὶ προεδρίας καὶ εὐσεβείας διάδοχον, πάλιν διὰ τῆς Εὐσεβίου τοῦ Νικομηδέως σπουδῆς εἰς τὴν Κωνσταντινούπολιν ἔδραμεν. τὰ δ᾿ ὑπ’ ἐκείνου τυρευθέντα καὶ ὑπὸ τοῦ δικαίου ψηφισθέντα κριτοῦ, ἄμεινον ὁ πάντα ἄριστος Ἀθανάσιος ἐν τοῖς πρὸς Ἀπίωνα διηγήσατο γράμμασιν. ἐγὼ δὲ καὶ τοῦτο τὸ μέρος ἐντάξω τῇ συγγραφῇ.

»Ἐγὼ μὲν οὐ παρήμην ἐν τῇ Κωνσταντινουπόλει ὅτε τετελεύ- >τηκεν ἐκεῖνος, Μακάριος δὲ ὁ πρεσβύτερος παρῆν κἀκείνου λέγοντος ἤκουσα. ἐκέκλητο μὲν παρὰ Κωνσταντίνου τοῦ βασιλέως Ἄρειος ἐκ >σπουδῆς τῶν περὶ Εὐσέβιον. εἰσελθόντα δὲ τὸν Ἄρειον ἀνέκρινεν >ὁ βασιλεὺς εἰ τὴν πίστιν τῆς καθολικῆς ἐκκλησίας ἔχοι. αὐτός τε >οὖν ὤμοσε πιστεύειν ὀρθῶς καὶ ἔγγραφον ἐπιδέδωκε πίστεως, κρύψασ >μὲν ἐφ’ οἷς ἐξεβλήθη τῆς ἐκκλησίας ὑπὸ Ἀλεξάνδρου τοῦ ἐπισκόπου >ὑποκρινόμενος δὲ τὰς ἀπὸ τῶν γραφῶν λέξεις.