Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ἀλλ’ ἐπειδὴ τοῦτο ἑτέρως οὐχ >οἷόν τε ἦν ἀκλινῆ καὶ βεβαίαν τάξιν λαβεῖν, εἰ μή εἰς ταὐτὸν >των ὁμοῦ ἢ τῶν γοῦν πλειόνων ἐπισκόπων συνελθόντων, δῶν προσηκόντων τῇ ἁγιωτάτῃ θρησκείᾳ διάκρισις γένοιτο, τούτου >ἕνεκεν πλείστων ὅσων συναθροισθέντων καὶ αὐτὸς δὲ καθάπερ εἶς [*](4—8 vgl. Theodoret. Haeret. Fabul. IV 7 PG 83, 425 B — 13 — S. 46, 10 Euseb. Vit. Const. ιιι 17 —20. Socrat. ι 9, — 46) [*](* 13 — S. 47, 3 Gelas. Cyzic. ιι 36) [*](Α HN (n) GS (s) DL + FV (v) = z Τ [von 5 καὶ an]) [*](1 τῶν αἰώνων ἀμήν > n ι ἧ τριὰς — 2 ἀίδιος Π = Cass. > ΩSocr. Gel. ι 3 ταύτῃ AN ι 4 μελετίου n τῆ ἐκείνου Dsv ι καὶ > A ι 6 τινὰ ns ι 7 κενοῖς Anv καινοῖς sLT Λαί ἐν οἷσ D, vgl. τὰ καταγέλαστα Haeret. Fabul. ι 9 δὲ καὶ > T ι 10 διδάσκων· καὶ προὖργον] γινώσκειν· πρέπον γοῦν Τ ι 13 ῑ am Rand HSS ι 14 ὅση] ὅσοι T ι 15 χάρις = Gel. Eus. Socr.] ἧ χάρισ’ SDLT ι τοῦτον πρὸ nsDL Socr. Cod. M τοῦτον τε πρὸ ATSocr. Codd. FC τούτων τε πρὸ V τοῦτον Λαὶ πρὸ Gel. τοῦτον πρό γε Eus., ob τοῦτόν γε πρὸ zu lesen? ι 18 ἑτέρωσ TTGel. Socr. > Eus. ι 20 ἧ τῶν γοῦν τῶν γοῦν auf Rasur A) = Eus. Socr.] ἤγουν τῶν n Gel. ι ἑκάστου = Gel. Eus. Socr.] ἑκάστου τε Kn ι 21 θρησκείᾳ = Gel. Eus. Socr.] ἐκκλησία TEus. Cod. V)

43
>ἐξ ὑμῶν τυγχάνων συμπαρών, οὐ γὰρ ἀρνησαίμην ἄν, ἐφ’ ᾧ μάλιστα >χαίρω, συνθεράπων ὑμέτερος πεφυκέναι), ἄχρι τοσούτου ἅπαντα τῆς >προσηκούσης τετύχηκεν ἐξετάσεως, ἄχρις οὗ ἡ τῷ πάντων ἐφόρῳ >θεῷ ἀρέσκουσα γνώμη πρὸς τὴν τῆς ἑνότητος συμφωνίαν εἰς φῶς >προήχθη, ὡς μηδὲν ἔτι πρὸς διχόνοιαν ἢ πίστεως ἀμφισβήτησιν >ὑπολείπεσθαι.

>Ἔνθα καὶ περὶ τῆς ἁγιωτάτης τοῦ Πάσχα ἡμέρας γενομένης >ζητήσεως, ἔδοξε κοινῇ γνώμῃ καλῶς ἔχειν ἐπὶ μιᾶς ἡμέρας πάντας >τοὺς ἁπανταχοῦ ἐπιτελεῖν. Τί γὰρ ἡμῖν κάλλιον, τί δὲ σεμνότερον >ὑπάρξαι δυνήσεται τοῦ τὴν ἑορτὴν ταύτην, παρ’ ἧς τὴν τῆς >ἀθανασίας εἰλήφαμεν ἐλπίδα, μιᾷ τάξει καὶ φανερῷ λόγῳ παρὰ πᾶσιν ἀδιαπτώτως φυλάττεσθαι; καὶ πρῶτον μὲν ἀνάξιον ἔδοξεν εἶναι τὴν >ἁγιωτάτην ἐκείνην ἑορτὴν τῇ τῶν Ἰουδαίων ἑπομένους συνηθείᾳ πληροῦν οἳ τὰς ἑαυτῶν χεῖρας ἀθεμίτῳ πλημμελήματι χράναντες >εἰκότως τὰς ψυχὰς οἱ μιαροὶ τυφλώττουσιν. ἔξεστι γὰρ τοῦ ἐκείνων >ἔθνους ἀποβληθέντος ἀληθεστέρᾳ τάξει, ἣν ἐκ πρώτης τοῦ πάθους ἡμέρας μέχρι τοῦ παρόντος ἐφυλάξαμεν , καὶ ἐπὶ τοὺς μέλλοντας >αἰῶνας τὴν τῆς ἐπιτηρήσεως ταύτης συμπλήρωσιν ἐγγίνεσθαι.

μηδὲν >τοίνυν ἔστω ἡμῖν κοινὸν μετὰ τοῦ ἐχθίστου τῶν Ἰουδαίων ὄχλου. >εἰλήφαμεν γὰρ παρὰ τοῦ σωτῆρος ἑτέραν ὁδόν· πρόκειται δρόμος >τῇ ἱερωτάτῃ ἡμῶν θρησκείᾳ καὶ νόμιμος καὶ πρέπων. τούτου >συμφώνως ἀντιλαμβανόμενοι, τῆς αἰσχρᾶς ἐκείνης ἑαυτοὺς συνειδήσεως ἀποσπάσωμεν,

ἀδελφοὶ τιμιώτατοι ἔστι γὰρ ὡς ἀληθῶς ἀτοπώτα- >τον ἐκείνους αὐχεῖν, ὡς ἄρα παρεκτὸς τῆς αὐτῶν διδασκαλίας ταῦτα >φυλάττειν οὐκ εἴημεν ἱκανοί. τί δὲ φρονεῖν ὀρθὸν ἐκεῖνοι δυνήσον- [*](A HN(n) GS(s) DL + FV (v) = z T) [*](1 τυγχάνων = Gel. Socr. Codd. AM] ἐτύγχανον D Eus. ι 2 ἄχρις ὅτου DL und, σ ὅ auf Rasur, Ac ι 3 πάντων ἐφόρῳ = Eus. Socr. Cod. A] τῶν πάντων ἐφόρῳ ND Socr. Codd. FCM παντεφόρω T Gel. ι 4 ἀρέσκουσα = Gel. Eus. Socr.] ἀρκοῦσα An ι ἑνότητος = Gel. Eus. Socr.] θεότητος n ι 7 ἁγιωτάτης τοῦ πάσχα ἡμέρας An ἁγιωτάτης ἡμέρας τοῦ πάσχα sz τοῦ πάσχα ἁγιωτάτης ἡμέρας TGel. Eus. Socr. ι AT Gel. Eus. Socr. τελεῖν nsz ι 10 τοῦ = Gel. Eus. Socr.] ἢ τοῦ ΑΤ ι 11 λόγῳ = (-lel. Eus. Socr.] λογισμῶ A ι 12 καὶ > n ι 14 ἀθεμίτῳ — Ib εἰκότως = Gel. Eus. Socr.] ἀθεμίτως A ι 1(5 ἔθνους = Gel. Eus. Socr. Codd. FCM] ἔθους SL Eus. Cod. J ι ἐκ πρώτης = Gel. Eus. Socr.] ἐν καιρῶ τῆς An ι 17 ἡμέραν GLv ι 18 ἐγγίνεσθαι = Gel. Socr.] γίνεσθαι T ἐκτείνεσθαι Eus. ι 19 κοινὸν = Gel. Eus. Socr. > SV ι 20 γὰρ =Eus. nach πρόκειται ~ Socr. > TGel. ι 21 τῆσ ἱερωτάτης — θρισκείασ Τ ι νόμιμος καὶ πρέπων AT Eus. πρέπων καὶ νόμιμος nsDL πρέπον Λαὶ νόμιμον v ι 22 σινειδήσεως] συνηθείας nach Z. 13? ülicher)

44
>ται, οἳ μετὰ τὴν κυριοκτονίαν ἐκείνην ἐκστάντες τῶν φρενῶν >ἄγονται οὐ λογισμῷ τινι ἀλλ’ ὁρμῇ ἀκατασχέτω, ὅπου ἂν αὐτοὺς ἡ >ἔμφυτος αὐτῶν ἀπάγῃ μανία; ἐκεῖθεν τοίνυν κἀν τούτῳ τῷ μέρει τὴν >ἀλήθειαν οὐχ ὁρῶσιν, ὡς ἀεὶ κατὰ τὸ πλεῖστον αὐτοὺς πλανωμένους >ἀντὶ τῆς προσηκούσης ἐπανορθώσεως ἐν τῷ αὐτῷ ἔτει δεύτερον τὸ >Πάσχα ἐπιτελεῖν.

τίνος οὑν χάριν τούτοις ἑπόμεθα, οἳ δεινὴν πλάνην >νοσεῖν ὡμολόγηνται; δεύτερον γὰρ τὸ Πάσχα ἐν ἑνὶ ἐνιαυτῷ οὐκ ἄν >ποτε ποιεῖν ἀνεξόμεθα. ἀλλ’ εἰ καὶ ταῦτα μὴ προὔκειτο, τὴν ὑμε- >τέραν ἀγχίνοιαν ἐχρῆν καὶ διὰ σπουδῆς καὶ δι’ εὐχῆς ἔχειν πάντοτε >ἐν μηδενὸς ὁμοιότητι τὸ καθαρὸν τῆς ὑμετέρας ψυχῆς κοινωνεῖν >δοκεῖν ἀνθρώπων ἔθεσι.

>Πρὸς τούτοις κἀκεῖνο πάρεστι συνορᾶν, ὡς ἐν τηλικούτῳ πράγ- >ματι καὶ τοιαύτης θρησκείας ἑορτῇ διαφωνίαν ὑπάρχειν ἐστὶν >ἀθέμιτον. μίαν γὰρ ἡμῖν τὴν τῆς ἡμετέρας ἐλευθερίας ἡμέραν.

τουτέστι >τὴν τοῦ ἁγιωτάτου πάθους, ὁ ἡμέτερος παρέδωκε σωτήρ, μίαν εἶναι >τὴν καθολικὴν αὐτοῦ ἐκκλησίαν βεβούληται· ἧς εἰ καὶ τὰ μάλιστα >εἰς πολλούς τε καὶ διαφόρους τόπους τὰ μέρη διῄρηται, ἀλλ’ ὅμως >ἐν ἑνὶ πνεύματι, τουτέοτι τῷ θείῳ βουλήματι, θάλπεται.