Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Περὶ τῶν ἐν Κωνσταντινουπόλει τολμηθέντων.

Ἐν δὲ Κωνσταντινουπόλει σκάφος εὐσεβῶν πρεσβυτέρων ἐμπλήσαντες οἱ τῆς Ἀρείου συμμορίας, ἀφῆκαν ἀνερμάτιστον εἰς τὸ πέλαγος: εἶτα τινὰς τῶν ὁμογνωμόνων εἰς πορθμεῖον ἕτερον ἐμβιβάσαντες, πῦρ ἐπαφεῖναι τῷ σκάφει τῶν πρεσβυτέρων ἐκέλευσαν.

Οὗ γενομένου, πυρὶ καὶ θαλάττῃ μαχόμενοι, τέλος τῷ βυθῷ παρεπέμφθησαν, καὶ τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδήσαντο. Ἐν Ἀντιοχείᾳ δὲ ὁ Βάλης χρόνον διατρίψας ὅτι μάλιστα πλεῖστον, ἅπασι μὲν ἄδειαν ἐδεδώκει, καὶ Ἕλλησι, καὶ Ἰουδαίοις, καὶ τοῖς ἄλλοις, ὅσοι τὸ Χριστιανὸν ὄνομα περικείμενοι, τἀναντία

1184
ταῖς εὐαγγελικαῖς διδασκαλίαις κηρύττουσι Καὶ γὰρ τὰς Ἑλληνικὰ; τελετὰς ἐπετέλουν οἱ τῇ πλάνῃ δεδουλωμένοι, καὶ τὴν μετὰ Ἰουλιανὸν ὑπὸ Ἰοβιανοῦ σβεσθεῖσαν ἐξαπάτην, ἀνθῆσαι πάλιν συνεχώρησεν οὗτος. Καὶ τὰ Διάσια, καὶ τὰ Διονύσια, καὶ τὰ τῆς Δημήτρας ὄργια, οὐκ ἐν παραβύστῳ ἐπλήρουν, ὡς ἐν εὐσεβεῖ βασιλείᾳ, ἀλλὰ διὰ μέσης τῆς ἀγορᾶς βακχεύοντες ἔτρεχον. Μόνοις δὲ πολέμιος ἦν τοῖς τὴν ἀποστολικὴν διδασκαλίαν πρεσβεύουσι. Πρῶτον μὲν γὰρ αὐτοὺς τῶν ἱερῶν ἐξήλασεν οἴκων: αὐτοῖς γὰρ Ἰοβιανὸς ὁ πανεύφημος ἐδεδώκει καὶ τὴν νεόδμητον ἐκκλησίαν. Ἐπειδὴ δὲ παρὰ τὴν τοῦ ὅρους συνιόντες κρηπῖδα, ὕμνοις τε τὸν Δεσπότην ἐγέραιρον, καὶ τῶν θείων λογίων ἀπήλαυον, τῶν ἐναντίων τοῦ ἀέρος ἀνεχόμενοι προσβολῶν, καὶ ποτὲ μὲν ὑετοῦ, καὶ νιφετοῦ, καὶ κρυμοῦ, ποτὲ δὲ σφοδροτάτου φλογμοῦ, οὐδὲ τῆς ἐπιπόνου ταύτης ὠφελείας μεταλαχεῖν αὐτοὺς συνεχώρησεν, ἀλλ̓ ἀποστείλας στρατιώτας ἐσκέδασε.

Ὅπως Φλαβιανὸς καὶ Διόδωρος τὴν ἐν Ἀντιοχείᾳ τῶν ὀρθοδόξων συνεκρότουν ἐκκλησίαν.

Φλαβιανὸς δὲ καὶ Διόδωρος, καθάπερ τινὲς πρόβολοι, τὰ προσβάλλοντα διέλυον κύματα. Μελετίου γὰρ τοῦ σφετέρου ποιμένος ἑκὰς διάγειν ἠναγκασμένου, οὗτοι τῆς ποίμνης ἐπεμελοῦντο, τοῖς μὲν λύκοις ἀντιτάττοντες τὴν οἰκείαν ἀνδρείαν τε καὶ σοφίαν, τοῖς δὲ προβάτοις προσφέροντες τὴν ἁρμόττουσαν θεραπείαν. Ἐκ δὴ οὖν τῆς ὑπωρείας ἐξελαθέντες, παρὰ τὰς ὄχθας τοῦ γείτονος ποταμοῦ τὰ πρόβατα ἔνεμον. Οὐ γὰρ ἠνέσχοντο, κατὰ τοὺς ἐν Βαβυλῶνι δορυαλώτους, ἐπὶ ταῖς ἰτέαις κρεμάσαι τὰ ὄργανα: ἀλλ̓ὕμνουν τὸν Ποιητήν τε καὶ Εὐεργέτην ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ἀλλ̓ οὐδὲ τὴν ἐν τῷδε τῷ χωρίῳ σύνοδον ἤνεγκε τῶν εὐσεβῶν νομέων τῶν τὸν Δεσπότην θεολογούντων ὁ πολέμιος.

Πάλιν δὴ οὖν τῶν θαυμασίων ἐκείνων ποιμένων ἡ ξυνωρὶς. εἰς τὸ πολεμικὸν γυμνάσιον τὰ θεῖα πρόβατα συναγείρουσα, τὴν πνευματικὴν ὑπεδείκνυ πόαν. Καὶ Διόδωρος μὲν ὁ σοφώτατός τε καὶ ἀνδρειότατος, οἷά τις ποταμὸς διειδής τε καὶ μέγας, τοῖς μὲν οἰκείοις τὴν ἀρδείαν προσέφερε, τὰς δὲ τῶν ἐναντίων βλασφημίας ἐπέκλυζε: καὶ τὴν μὲν τοῦ γένους οὐκ ἐλογίζετο περιφάνειαν, τὴν δὲ ὑπὲρ τῆς πίστεως ταλαιπωρίαν ἀσπασίως ὑπέμεινε. Φλαβιανὸς δὲ ὁ ἄριστος, ἐξ εὐπατριδῶν μὲν καὶ αὐτὸς ἐπεφύκει. εὐγένειαν δὲ τὴν εὐσέβειαν ὑπελάμβανε μόνην, καὶ οἶόν τις παιδοτρίβης τὸν μέγαν Διόδωρον καθάπερ τινὰ πένταθλον ἤλειφεν ἀθλητήν. Κατ̓ ἐκεῖνον γὰρ τὸν καιρὸν, ἐν μὲν τοῖς ἐκκλησιαστικοῖς οὐκ ἐδημηγόρει συλλόγοις, τοῖς δὲ τοῦτο δρῶσι πολλὴν παρεῖχεν ἀφθονίαν ἐνθυμημάτων τε καὶ Γραφικῶν νοημάτων. Καὶ οἱ μὲν ἔτεινον κατὰ τῆς Ἀρείου βλασφημίας τὰ τόξα: οὗτος δὲ καθάπερ ἔκ τινος βελοθήκης τῆς διανοίας τὰ βέλη

1185
προέφερεν. Οἴκοι μέντοι καὶ δημοσίᾳ διαλεγόμενος, τῶν αἰρετικῶν τὰς ἄρκυς ῥᾳδίως διέσπα, καὶ ἀραχνίας ἐδείκνυ τὰ ἐκείνων προβλήματα. Συνηγωνίζετο δὲ τούτοις καὶ Ἀφραάτης ἐκεῖνος, οὖ τὴν πολιτείαν ἐν τῇ Φιλοθέῳ συνεγράψαμεν ἱστορίᾳ. Τὴν γὰρ τῶν προβάτων σωτηρίαν προτιμήσας τῆς ἡσυχίας, τὴν ἀσκητικὴν καταλιπὼν καλύβην, τῶν ποιμενικῶν ἱδρώτων ἠνείχετο. Ὁπόσον μὲν οὗν οὗτος ἀρετῆς συνέλεξε πλοῦτον, περιττὸν ἡγοῦμαι νῦν λέγειν, ἐν ἑτέρᾳ πραγματείᾳ ταῦτα συγγεγραφώς. Ἔν δὲ μόνον τῶν ἐκείνου διηγήσομαι μάλα προσῆκον τῇδε τῇ ἱστορίᾳ.

Τὰ κατὰ τὸν ἄγιον Ἀφραάτην μονάζοντα.

Βόραθεν μὲν Ὀρόντης ὁ ποταμὸς παραῤῥεῖ τὰ βασίλεια: ἐκ δὲ μεσημβρίας στοὰ μεγίστη διώροφος τῷ τῆς πόλεως ἐπῳκοδόμηται περιβόλῳ, πύργους ὑψηλοὺς ἑκατέρωθεν ἔχουσα. Μεταξὺ δὲ τῶν τε βασιλείων καὶ τοῦ ποταμοῦ λεωφόρος ἐστὶν, ὑποδεχομένη τοὺς διὰ τῶν τῇδε πυλῶν ἐκ τοῦ ἄστεος ἐξιόντας, καὶ εἰς τοὺς προαστείους ἀγροὺς παραπέμπουσα. Διὰ ταύτης Ἀφραάτης παριὼν ὁ θεσπέσιος, εἰς τὸ πολεμικὸν ἀπῄει γυμνάσιον, τῶν θείων προβάτων τὴν προσήκουσαν ποιησόμενος θεραπείαν. Τοῦτον ἄνωθεν ἐκ τῆς βασιλείου στοᾶς διακύπτων ὁ βασιλεὺς εἶδε, σισύραν τε ἀναβεβλημένον, καὶ ἐν γήρᾳ βαθεῖ συντόνων βαδίζοντα. Καί τινος εἰρηκότος ὡς Ἀφραάτης οὗτος, οὔ τὸ τῆς πόλεως ἐξήρτηται πλῆθος, ἔφη πρὸς αὐτόν: Ποῖ σὺ βαδίζεις; εἰπέ. Ὁ δὲ σοφῶς ἅμα καὶ προσφόρως: Ὑπὲρ τῆς σῆς, ἔφη, προσευξόμενος βασιλείας. —Ἀλλ̓ οἴκοι σε μένειν χρὴ, ὁ βασιλεὺς ἔφη, καὶ ἔνδον κατὰ τὸν μοναδικὸν προσεύχεσθαι νόμον. Ὁ δὲ θεῖος ἐκεῖνος ἀνὴρ, Εὗ μάλα, ἔφη, λέγεις, ὦ βασιλεῦ, τοῦτό με δρᾷν ἔδει, καὶ τοῦτο δρῶν μέχρι καὶ νῦν διετέλεσα, ἕως εἰρήνης ἀπήλαυε τοῦ Σωτῆρος τὰ πρόβατα. Ἐπειδὴ δὲ πολὺν ὑπομεμένηκε θόρυβον, καὶ πολὺς ἐπικρέμαται κίνδυνος, μὴ θηριάλωτα γένηται, πάντα κινεῖν πόρον ἀνάγκη, καὶ διασώζειν τὰ θρέμματα. Εἰπὲ γάρ μοι, ἔφη, ὦ βασιλεῦ, εἰ κόρη τις ἐτύγχανον ἔνδον ἔν θαλάμῳ καθημένη, καὶ τῆς οἰκίας ἐπιμελομένη, εἶτ̓ ἐθεασάμην ἐμπιπραμένην, φλόγα, καὶ τὴν πατρῴαν οἰκίαν ἐμπιπραμένην, τί δρᾶσαι προσῆκεν, εἰπέ μοι; ἔνδον καθῆσθαι, καὶ τὴν οἰκίαν ἐμπιπραμένην περιορᾷν, καὶ τῆς φλογὸς προσμένειν τὴν ἐμβολήν ; ἢ τῷ θαλάμῳ χαίρειν εἰποῦσαν διαθέειν ἄνω καὶ κάτω, καὶ ὑδροφορεῖν, καὶ σβεννύναι τὴν φλόγα ; Δῆλον ὅτι τοῦτο ἐρεῖς: τοῦτο γὰρ κόρης ἀγχίνου τε καὶ φρενήρους. Τοῦτο δρῶ νῦν, ὧ βασιλεῦ.

Σοῦ γὰρ εἰς τὴν πατρῴαν ἡμῶν οἰκίαν ἐμβαλόντος τὴν φλόγα, περιθέομεν κατασβέσαι ταύτην πειρώμενοι, Ταῦτα ὁ μὲν εἶπεν. Ὁ δὲ ἀπειλήσας ἐσίγησεν.

1188
Εἷς δὲ τῶν περὶ τὸν βασιλικὸν κοιτῶνα, θρασύτερον ἀπειλήσας τῷ θείῳ ἀνδρὶ, τοιόνδε τι πέπονθε: Τοῦ βαλανείου πεπιστευμένος τὴν ἐπιμέλειαν, εὐθὺς μετὰ τούσδε τοὺς λόγους, κατῆλθε τοῦτο εὐτρεπίσων τῷ βασιλεῖ: εἴσω δὲ γενόμενος, καὶ τὰς φρένας πληγεὶς, εἰς τὸ θερμότατον ὕδωρ τὸ ἄκρατον κατελήλυθέ τε καὶ τετελεύτηκεν. Ἐκάθητο δὲ ὁ βασιλεὺς ἐκεῖνον προσμένων, ὥστε αὐτῷ μηνύσαι τὴν εἴσοδον. Ἐπειδὴ δὲ πολὺς ἀνηλώθη καιρὸς, ἀπέστειλεν ἑτέρους ὁ βασιλεὺς, τῆς μελλήσεως τὴν αἰτίαν μηνύσοντας. Οἱ δὲ εἴσω γενόμενοι, καὶ πάντα περισκοπήσαντες, εὗρον ἐκεῖνον ἐν τῷ ἀκράτῳ τεθνεῶτα καὶ διαλυθέντα θερμῷ. Καὶ δήλου τούτου γενομένου τῷ βασιλεῖ, ἔγνωσαν τῆς Ἀφραάτου προσευχῆς τὴν ἰσχύν, Τῶν δὲ δογμάτων τῶν δυσσεβῶν οὐκ ἐξέστησαν, ἀλλ̓ἐσκλήρυναν κατὰ τὸν Φαραὼ τὴν καρδίαν αὐτῶν, καὶ τὴν τοῦ ὁσίου θαυματουργίαν μαθὼν ὁ ἐμβρόντητος, μεμένηκε κατὰ τῆς εὐσεβείας λυττῶν.

Τὰ κατὰ τὸν ἄγιον Ἰουλιανὸν τὸν μοναχόν: Κατὰ τοῦτον δὲ τὸν καιρὸν. καὶ Ἰουλιανὸς ἐκεῖνος ὁ πολυύμνητος, οὗ καὶ πρόσθεν ἐμνήσθην. καταλιπεῖν μὲν τὴν ἔρημον, εἰς δὲ τὴν Ἀντιόχειαν εἰσελθεῖν ἠναγκάσθη. Ἐπειδὴ γὰρ οἱ τῷ ψεύδει συντεθραμμένοι, καὶ τὰς συκοφαντίας μάλα ῥᾳδίως ὑφαίνοντες, οἱ τὰ Ἀρείου λέγω φρονοῦντες, τὸν μέγαν ἁ̓́??ʼδρα ἐκεῖνον διισχυρίζοντο τῆς αὑτῶν εἶναι συμμορίας, ἀπέστειλαν οἱ τῆς ἀληθείας φωστῆρες, Φλαβιανὸς, καὶ Διόδωρος, καὶ Ἀφραάτης, ἅνδρα ἀρετῆς ἀθλητὴν, Ἀκάκιόν φημι, τὸν χρόνῳ ὕστερον μάλα σοφῶς τὴν Βεροιέων Ἐκκλησίαν ἰθύναντα, πρὸς τὸν πανεύφημον ἄνδρα ἐκεῖνον, ἀντιβολοῦντες πολλὰς ἀνθρώπων μυριάδας οἰκτεῖραι, καὶ τῶν μὲν ἐναντίων τὴν ψευδολογίαν ἐλέγξαι, τὰ δὲ τῆς ἀληθείας κηρύγματα βεβαιῶσαι. Καὶ ὅσα μὲν οὗτος καὶ ἐπανιών, καὶ ἰὼν , καὶ ἐν αὐτῇ δὲ τῇ μεγίστῃ πόλει τεθαυματούργηκεν, ἐν τῇ Φιλοθέῳ ἡμῖν συγγέγραπται ἱστορίᾳ, ᾗ ῥᾴδιον ἐντυχεῖν τοὺς ταῦτα βουλομένους μαθεῖν. Ὅτι δὲ ἅπαν τὸ τῆς πόλεως πλῆθος εἰς τὸν ἡμέτερον συνήθροισε σύλλογον, οὐδένα ἐνδοιάζειν οἶμαι τῶν τὴν ἀνθρωπείαν φύσιν ἐπεσκεμμένων. Πέφυκε γὰρ τὰ παράδοξα ἕλκειν ἅπαντας ὡς ἐπίπαν πρὸς ἑαυτά. Ὅτι δὲ καὶ μεγάλα εἰργάσατο θαύματα, μαρτυροῦσι καὶ οἱ τῆς ἀληθείας πολέμιοι. Τοῦτο δὲ καὶ ἐν Ἀλεξανδρείᾳ πρὸ τοῦδε τοῦ χρόνου πεποίηκεν ἐν τοῖς Κωνσταντίου καιροῖς Ἀντώνιος ὁ πάνυ.

Καταλιπὼν γὰρ τὴν ἔρημον, ἅπαν ἐκεῖνο περιῄει τὸ ἄστυ, διδάσκων ἅπαντας, ὡς τῆς ἀποστολικῆς διδασκαλίας κήρυξ ἐστὶν Ἀθανάσιος, καὶ ὡς ἀντίπαλοι τῆς ἀληθείας οἱ τῆς Ἀρείου συμμορίας. Οὕτως ᾔδεσαν οἱ θεῖοι ἄνδρες ἐκεῖνοι τὰ πρόσφορα ἑκάστῳ προσαρμόττειν καιρῷ, καὶ πηνίκα μὲν χρὴ τὴν ἡσυχίαν ἀσπάζεσθαι, πηνίκα δὲ προτιμᾷν τὰς πόλεις τῆς ἐρημίας.

1189

Τίνες ἅλλοι μοναχοὶ κατὰ τοῦτον διέπρεψαν τὸν καιρόν: Ἦσαν δὲ καὶ ἅλλοι κατ̓ ἐκεῖνον τὸν καιρὸν, τὰς τῆς μοναχικῆς φιλοσοφίας ἀφιέντες μαρμαρυγάς. Ἐν μὲν τῇ Χαλκιδέων ἐρήμῳ, Ἄβιτος, καὶ Μαρκιανὸς, καὶ Ἁβραάμης, καὶ ἕτεροι πρὸς τούτοις οὐκ εὐαρίθμητοι, ἐν παθητοῖς σώμασι τὴν ἀπαθῆ βιοτὴν μελετῶντες. Ἐν δὲ τῇ Ἀπαμέων χώρᾳ, Ἀγαπητὸς καὶ Συμεώνης, καὶ Παῦλος, καὶ ἅλλοι τὴν ἄκραν φιλοσοφίαν συλλέγοντες, Ἐν δὲ τῇ Ζευγματέων, Πούπλιος καὶ Παῦλος. Ἐν δὲ τῇ Κυρεστῶν, ὁ πανεύφημος Ἀκεψεμᾶς ὲν οἰκίσκῳ καθεῖρκτο, καὶ ἐξηκοντούτην χρόνον τοῦτον ἐβίου τὸν τρόπον, οὔτε ὁρώμενος, οὔτε φθεγγόμενος. Ζευμάτιος δὲ ὁ ἀξιάγαστος, καίτοι τὸ βλέπειν ἀφῃρημένος, περιῄει στηρίζων τὰ πρόβατα, καὶ τοῖς λύκοις μαχόμενος.

Οὖ δὴ χάριν αὐτοῦ τὴν ἀσκητικὴν καλύβην ἐνέπρησαν: ἀλλὰ Τραῖανὸς ὁ πιστότατος στρατηγὸς, ἑτέραν ἐδείματο, καὶ τῆς ἄλλης θεραπείας μετέδωκεν.

Ἐν δὲ τῇ Ἀντιοχέων, Μαριανὸς, καὶ Εὐσέβιος, καὶ Ἀμμιανὸς, Παλλάδιός τε καὶ Συμεώνης, καὶ Ἀβραάμης, καὶ ἄλλοι πρὸς τούτοις τὴν εἰκόνα τὴν θείαν ἀκήρατον διασώσαντες, Καὶ τούτων δὲ κἀκείνων τὸν βίον ἀνάγραπτον πεποιήκαμεν. Καὶ τὸ ὅρος δὲ, τὸ τῇ μεγίστῃ παρακείμενον πόλει, λειμῶνι παραπλησίως ὠράϊστο. Καὶ γὰρ ἐν τούτῳ Πέτρος ὁ Γαλάτης διέλαμπε, καὶ ὁ τούτου γε ὁμώνυμος ὁ Αἰγύπτιος, καὶ Ῥωμανὸς, καὶ Σευῆρος, καὶ Ζήνων, Μωσῆς τε καὶ Μάλχος, καὶ ἄλλοι πλεῖστοι, παρὰ μὲν τῶν πολλῶν ἀγνοούμενοι, παρὰ δὲ τῷ Θεῷ γινωσκόμενοι.

Περὶ Διδύμου Ἀλεξανδρέως, καὶ Ἐφραῒμ τοῦ Σύρου.

Κατὰ τοῦτον τὸν χρόνον, ἐν Ἐδέσῃ μὲν Ἐφραῒμ ὁ θαυμάσιος, ἐν Ἀλεξανδρείᾳ δὲ διέπρεπε Δίδυμος, κατὰ τῶν ἀντιπάλων τῆς ἀληθείας δογμάτων συγγράφοντες. Καὶ οὗτος μὲν τῇ Σύρων κεχρημένος φωνῇ, τῆς πνευματικῆς χάριτος τὰς ἀκτῖνας ἠφίει. Παιδείας γὰρ οὐ γεγευμένος Ἑλληνικῆς, τούς τε πολυσχεδεῖς τῶν Ἑλλήνων διήλεγξε πλάνους, καὶ πάσης αἱρετικῆς κακοτεχνίας ἐγύμνωσε τὴν ἀσθένειαν. Καὶ ἐπειδὴ Ἁρμόνιος, ὁ Βαρδησάνου, ᾠδάς τινας συντεθείκει πάλαι, καὶ τῇ τοῦ μέλους ἡδονῇ τὴν ἀσέβειαν κεράσας κατεκήλει τοὺς ἀκούοντας, καὶ πρὸς ὄλεθρον ἤγρευε, τὴν ἁρμονίαν τοῦ μέλους ἐκεῖθεν λαβὼν, ἀνέμιξε τὴν εὐσέβειαν, καὶ προσενήνοχε τοῖς ἀκούουσιν ἥδιστον ὁμοῦ καὶ ὀνησιφόρον φάρμακον. Ταῦτα καὶ νῦν τὰ ᾅσματα φαιδροτέρας τῶν νικηφόρων μαρτύρων τὰς πανηγύρεις ποιεῖ. Ὁ δὲ Δίδυμος, παιδόθεν τῆς ὀπτικῆς ἐστερημένος αἰσθήσεως, καὶ ποιητικῶν καὶ ῥητορικῶν μετέλαχε παιδευμάτων, ἀριθμητικῆς τε καὶ γεωμετρίας, καὶ ἀστρονομίας, καὶ τῶν Ἀριστοτέλους

1192
συλλογισμῶν, καὶ τῆς Πλάτωνος εὐεπείας, διὰ ʽ??ʼῶν ἀκοῶν εἰσεδέξατο τὰ μαθήματα, οὐχ ὡς ἀλήθειαν ἐκπαιδεύοντα, ἀλλ̓ ὡς ὅπλα τῆς ἀληθείας κατὰ τοῦ ψεύδους γιγνόμενα. Καὶ μέντοι καὶ τῆς θείας Γραφῆς μεμάθηκεν οὐ μόνον τὰ γράμματα, ἀλλὰ καὶ τὰ τούτων νοήματα. Ἐν μὲν οὖν ἀσκηταῖς, καὶ τῆς ἀρετῆς φροντισταῖς, οὗτοι κατ̓ ἐκεῖνον διέλαμπον τὸν καιρόν.

Τίνες ἐν τῇ Ἀσιανῇ καὶ Ποντικῇ διέπρεπον ἐπίσκοποι κατὰ τοῦτον τὸν καιρόν.

Ἐν ἐπισκόποις δὲ Γρηγόριος ἑκάτερος ὅ τε Ναζιανζοῦ καὶ ὁ Νύσσης, ὁ μὲν ἀδελφὸς, ὁ δὲ σύσκηνός τε καὶ συνεργὸς τοῦ μεγάλου Βασιλείου τυγχάνων.

Οὗτοι μὲν οὖν ὲν Καππαδοκίᾳ τῆς εὐσεβείας ὑπερμαχοῦντες ἠρίστευον: συνηρίστευε δὲ αὐτοῖς καὶ Πέτρος, γεννήτορας μὲν Βασιλείῳ καὶ Γρηγορίῳ τοὺς αὐτοὺς ἐσχηκὼς, τῆς δὲ θύραθεν παιδείας οὐ μετειληχὼς σὺν ἐκείνοις, τὰς δὲ τοῦ βίου μαρμαρυγὰς ἀφιείς. Ἐν Πισιδίᾳ δὲ Ὄπτιμος, καὶ Ἀμφιλόχιος ὲν Λυκαονίᾳ, γενναίως ὑπὲρ τῆς προγονικῆς παραταττόμενοι πίστεως, τὰς ἐναντίας ἀπεκρούοντο προσβολάς. Ἐν δέ γε τῇ ἑσπέρᾳ, Δάμασος μὲν τῆς Ῥώμης ἡγούμενος, Ἀμβρόσιος δὲ Μεδιόλανον ἰθύνειν πεπιστευμένος, τοὺς πόῤῥωθεν ἀκοντίζοντας ἔβαλλον: καὶ μετὰ τούτων, οἱ τὰς ἐσχατιὰς οἰκεῖν ἠναγκασμένοι, γράμμασι καὶ τοὺς οἰκείους ἐστήριζον, καὶ τοὺς πολεμίους κατέλυον.

Ἀντιῤῥόπους γὰρ τῷ μεγέθει τοῦ κλύδωνος ἔδωκε κυβερνήτας τῶν ὅλων ὁ Πρύτανις, καὶ τῇ τῶν πολεμίων σφοδρότητι τὴν τῶν στρατηγῶν ἀντέταξεν ἀρετὴν, καὶ πρόσφορα τῇ τοῦ καιροῦ δυσκολίᾳ τὰ ἀλεξίκακα ἔδωκε φάρμακα. Ὁ??ʼ μόνον δὲ ταύτης τῆς προμηθείας ταῖς Ἐκκλησίαις μετέδωκεν ὁ φιλάνθρωπος Κύριος, ἀλλὰ καὶ ἑτέρας αὐτὰς κηδεμονίας ἠξίωσε.

Περὶ τῶν παρὰ Βάλεντος τῷ μεγάλω Βαλεντινιανῷ περὶ τοῦ πολέμου γραφέντων, καὶ τῶν παῤ ἐκείνου πίστεως ἀντιγραφέντων.

Τὸ γὰρ τῶν Γότθων ἔθνος παρακινήσας εἰς πόλεμον, ἐπὶ τὸν Βόσπορον εἵλκυσε τὸν κατὰ μόνων τῶν εὐσεβῶν μεμαθηκότα στρατεύειν. Τότε δὴ τὴν οἰκείαν ἀσθένειαν ὁ μάταιος ἐγνωκὼς, ἀπέστειλε πρὸς τὸν ἀδελφὸν στρατιὰν ἐξαιτῶν. Ὁ δὲ ἐπέστειλεν, ὡς οὐχ ὅσιον ἐπαμύνειν ἀνδρὶ πολεμοῦντι Θεῷ, δίκαιον δὲ τὴν τούτου καταπαύειν θρασύτητα.

Ταῦτα τὸν δείλαιον ἐκεῖνον μείζονος ἀνίας ἐνέπλησεν: οὐ μὴν ἔληξε τῆς θρασύτητος, ἀλλ̓ ἐπέμενε κατὰ τῆς ἀληθείας παραταττόμενος.

Περὶ τῆς Τερεντίου κόμητος εὐσεβείας.

Ἐπανῆκε μὲν γὰρ ἁπὸ τῆς Ἀρμενίας Τερέντιος τρόπαια στήσας: ἦν δὲ στρατηγὸς ἄριστος, καὶ εὐσεβείᾳ κοσμούμενος. Τούτῳ δωρεὰν ὁ Βάλης αἰτῆσαι προσέταξεν: ὁ δὲ ἐπήγγειλεν ἥνπερ ἔδει τὸν εὐσεβείᾳ

1193
συντεθραμμένον. ᾜτησε γὰρ οὐ χρυσὸν, οὐδὲ ἄργυρον, οὐ χωρίον, οὐ δυναστείαν, οὐκ οἰκίαν, ἀλλ̓ ἐκκλησίαν παρασχεθῆναι μίαν τοῖς τῆς ἀποστολικῆς διδασκαλίας προκινδυνεύουσιν. Ὁ δὲ τὴν ἱκετείαν δεξάμενος, καὶ γνοὺς τὰ ἐγκείμενα, χαλεπήνας διἑῤῥηξε, καί οἱ ἄλλα τινὰ αἰτῆσαι προσέταξεν. Ὁ δὲ τῆς ἱκεσίας συλλέξας τὰ ῥήγματα: Ἐδεξάμην, ἔφη, ὦ βασιλεῦ, καὶ ἔχω τὸ δῶρον, καὶ ἕτερον οὐκ αἰτήσω. Σκοποῦ γὰρ κριτὴς ὁ τῶν ὅλων κριτής.

Περὶ τῆς Τραῖανοῦ, τοῦ στρατηγοῦ, παῤῥησίας.

Ἐπειδὴ δὲ τὸν Βόσπορον διαβὰς εἰς τὴν Θρᾴκην ἀφίκετο, πρῶτον μὲν ἐν Κωνσταντινουπόλει πλεῖστον διέτριψε χρόνον, δειμαίνων τὸν πόλεμον.

Τραϊανὸν δὲ σὺν τῇ στρατιᾷ τὸν στρατηγὸν κατὰ τῶν βαρβάρων ἀπέστειλεν. Ἐπειδὴ δὲ ἡττηθεὶς ἐπανῆλθεν ἐκεῖνος, ἐλοιδορεῖτο λίαν Οὐάλης, μαλακίαν αὐτῷ καὶ δειλίαν ἐγκαλῶν. Ὁ δὲ παῤῥησίᾳ χρησάμενος ἀνδρὶ γενναίῳ πρεπούσῃ: Οὐκ ἐγὼ, ἔφη, ὧ βασιλεῦ, ἥττημαι: ἀλλὰ σὺ πρόη τὴν νίκην, κατὰ τοῦ Θεοῦ παραταττόμενος, καὶ τὴν ἐκείνου ῥοπὴν προξενῶν τοῖς βαρβάροις. Παρὰ σοῦ γὰρ πολεμούμενος, ἐκείνοις συντάττεται: τῷ δὲ Θεῷ ἡ νίκη ἕπεται, καὶ τοῖς ὑπὸ τοῦ Θεοῦ στρατηγουμένοις προσγίνεται. Ἤ οὐκ οἶσθα, ἔφη, τίνας τῶν ἐκκλησιῶν ἐξελάσας, τίσι παραδέδωκας ταύτασς3 Ταῦτα δὲ καὶ Ἀρίνθεος, καὶ Βίκτωρ, στρατηγοὶ γὰρ ἦσαν καὶ αὐτοὶ, συνωμολόγησαν οὕτως ἔχειν, καὶ τῷ βασιλεῖ μὴ χαλεπαίνειν παρῄνεσαν τὴν ἐπ̓ ἐλέγχοις ἀλήθειαν συνεζευγμένην.

Περὶ Ἰσαακίου τοῦ ἐν Κωνσταντινουπόλει μονάζοντος, καὶ Βρετανίωνος τοῦ Σκυθίου ἐπισκόπου παῤῥησίας.

Φασὶ δὲ καὶ Ἰσαάκην, σκηνὴν αὐτόθι μοναχικὴν ἔχοντα, ἐπειδὴ εἶδεν αὐτὸν συνεξιόντα τῇ στρατιᾷ, βοῇ χρησάμενον φάναι: Ποῖ βαδίζεις, ὧ βασιλεῦ, κατὰ Θεοῦ στρατευσάμενος, καὶ τοῦτον οὐκ ἔχων ἐπίκουρον; Αὐτὸς γὰρ κατὰ σοῦ τοὺς βαρβάρους κεκίνηκεν, ἐπειδὴ καὶ σὺ κατ̓ αὐτοὺς πολλὰς γλώττας εἰς βλασφημίαν ἐκίνησας, καὶ τοὺς ἐκεῖνον ὑμνοῦντας τῶν θείων οἴκων ἐξήλασας. Παῦσαι δὴ οὗν πολεμῶν, καὶ παύσει τὸν πόλεμον: ἀπόδος ταῖς ποίμναις τοὺς ἀρίστους νομέας, καὶ λήψῃ τὴν νίκην ἀπονητί. Εἰ δὲ τούτων μηδὲν δεδρακὼς παρατάξαιο, μαθήσῃ τῇ πείρᾳ, ὅπως σκληρὸν τὸ πρὸς κέντρα λακτίζειν. Οὕτε γὰρ ἐπανήξεις, καὶ προσαπολέσεις

1196
τὴν στρατιάν. Ὀργισθεὶς δὲ ὁ βασιλεύς: Καὶ ἐπανήξω, ἔφη, καὶ κατακτενῶ σε, καὶ τῆς ψευδοῦς προαγορεύσεως εἰσπράξομαι δίκας. Ὁ δὲ ἥκιστα δείσας τὴν ἀπειλὴν, ἔφη βοῶν: Κτεῖνον, εἰ φωραθείη τῶν λόγων τὸ ψεῦδος. Καὶ Βρετανίων, παντοδαπῇ μὲν λαμπρυνόμενος ἀρετῇ, πάσης δὲ τῆς Σκυθίας τὰς πόλεις ἀρχιερατικῶς ἰθύνειν πεπιστευμένος, ἐπύρσευσέ τε τῷ ζήλῳ τὸ φρόνημα, καὶ τὴν τῶν δογμάτων διαφθορὰν, καὶ τὰς κατὰ τῶν ἁγίων παρανομίας τοῦ Βάλεντος ἤλεγξε, καὶ μετὰ τοῦ θειοτάτου Δαβὶδ ἐβόα: Ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην.

Περὶ τῆς κατὰ Γότθων Βάλεντος στρατείας, καὶ ὅπως ἔτισε τῆς ἀσεβείας δίκας.

Ὁ δὲ τῶν συμβούλων ἐκείνων τῶν ἀρίστων καταφρονήσας, τὴν μὲν στρατιὰν εἰς τὴν παράταξιν προὔπεμψεν: αὐτὸς δὲ ἔν τινι κώμῃ καθήμενος τὴν νίκην προσέμενεν. Οἱ δὲ στρατιῶται τῶν βαρβάρων οὐκ ἐνεγκόντες τὴν ῥύμην, ἐτράποντο, καὶ κατεκτείνοντο διωκόμενοι: οἱ μὲν φεύγοντες κατὰ τάχος, οἱ δὲ κατακράτος διώκοντες.

Καταλαβόντες δὲ τὴν κώμην ἐκείνην οἱ βάρβαροι, ἔνθα ὁ Βάλης τὴν ἧτταν μεμαθηκὼς ἐπειράθη λαθεῖν, πῦρ ἐμβαλόντες ἐνέπρησαν σὺν τῇ κώμῃ καὶ τὸν τῆς εὐσεβείας ἀντίπαλον. Οὕτω μὲν οὖν ἐκεῖνος κὰν τῷ παρόντι βίῳ ποινὴν ἔτισεν ὧν ἐπλημμέλησεν.

Πόθεν οἱ Γότθοι τῆς Ἀρειανικῆς μετέλαχον πλάνης.

Ἐγὼ δὲ πρὁ??ʼργον νομίζω διδάξαι τοὺς ἀγνοοῦντας, ὅπως οἱ βάρβαροι τὴν Ἀρειανικὴν εἰσεδέξαντο νόσον.

Ὅτε τὸν Ἴστρον διαβάντες πρὸς τὸν Βάλεντα τὴν εἰρήνην ἐσπείσαντο, τηνικαῦτα παρὼν Εὐδόξιος ὁ δυσώνυμος, ὑπέθετο τῷ βασιλεῖ πεῖσαι αὐτῷ κοινωνῆσαι τοὺς Γότθους. Πάλαι γὰρ τὰς τῆς θεογνωσίας ἀκτῖνας δεξάμενοι τοῖς ἀποστολικοῖς ἐνετρέφοντο δόγμασι. Βεβαιοτέραν γὰρ, ἔφη, τὸ κοινὸν τοῦ φρονήματος τὴν εἰρήνην ἐργάσεται. Ταύτην ἐπαινέσας τὴν γνώμην ὁ Βάλης προὔτεινε τοῖς ἐκείνων ἡγεμόσι τῶν δογμάτων τὴν συμφωνίαν. Οἱ δὲ οὐκ ἀνέξεσθαι ἔλεγον τὴν πατρῴαν καταλείψειν διδασκαλίαν. Κατ̓ ἐκεῖνον δὲ τὸν χρόνον Οὐλφίλας αὐτῶν ἐπίσκοπος ἦν, ᾧ μάλα ἐπείθοντο, καὶ τοὺς ἐκείνου λόγους ἀκινήτους ὑπελάμβανον νόμους. Τοῦτον καὶ λόγοις κατακηλήσας Εὐδόξιος, καὶ χρήμασι δελεάσας πεῖσαι παρεσκεύασε τοὺς βαρβάρους τὴν βασιλέως κοινωνίαν ἀσπάσασθαι. Ἔπεισε δὲ, φήσας ἐκ φιλοτιμίας γεγενῆσθαι τὴν ἔριν. δογμάτων

1197
δὲ μηδεμίαν εἶναι διαφοράν. Οὗ δὴ ἕνεκα, μέχρι καὶ τήμερον οἱ Γότθοι μείζονα μὲν τὸν Πατέρα λέγουσι τοῦ Υἱοῦ, κτίσμα δὲ τὸν Υἱὸν εἰπεῖν οὐκ ἀνέχονται, καίτοι κοινωνοῦντες τοῖς λέγουσιν. Ἀλλ̓ ὅμως οὐ παντάπασι τὴν πατρῴαν διδασκαλίαν κατέλιπον: καὶ γὰρ Οὐλφίλας Εὐδοξίῳ καὶ Βάλεντι κοινωνῆσαι πείθων αὐτοὺς, οὐκ εἶναι δογμάτων ἔφη διαφορὰν, ἀλλὰ ματαίαν ἔριν ἐργάσασθαι τὴν διάστασιν.

Περὶ τῆς Γρατιανοῦ τοῦ βασιλέως εὐσεβείας.

Ὅπως μὲν ἐπὶ πλεῖστον φέρει τοὺς κατ̓ αὐτοῦ λυττῶντας ὁ Δεσπότης Θεὸς, καὶ ὅπως κολάζει τοὺς οὐκ εἰς δέον τῇ μακροθυμίᾳ χρωμένους, τοιαῦτα καὶ δεδρακὼς καὶ πεπονθὼς ὁ Βάλης ἐδίδαξεν ἀκριβῶς.

Οἷον γάρ τισι σταθμοῖς καὶ ζυγοῖς, οἴκτῳ καὶ δικαιοσύνῃ χρώμενος ὁ φιλάνθρωπος, ὅταν ἴδῃ τινὰ τῷ μεγέθει τῶν πλημμελημάτων ὑπερβάλλοντα τῆς φιλανθρωπίας τὰ μέτρα, τῇ δικαίᾳ τιμωρίᾳ κωλύει τὴν ἐπὶ τὰ πρόσω φοράν. Γρατιανὸς δὲ, ὁ Βαλεντινιανοῦ μὲν υἱὸς, Βάλεντος δὲ ἀδελφιδοῦς, πᾶσαν τὴν Ῥωμαίων ἡγεμονίαν παρέλαβε. Πάλαι μὲν γὰρ τῆς Εὐρώπης παρειλήφει τὰ σκῆπτρα μετὰ τὴν τοῦ πατρὸς τελευτήν: καὶ ἐκείνου δέ γε περιόντος, ἐκοινώνει τῆς βασιλείας. Προσέλαβεν οὗν καὶ τὴν Ἀσίαν, καὶ τὰ λειπόμενα τῆς Λιβύης, ἄπαιδος ἀναιρεθέντος τοῦ Βάλεντος.

Περὶ τῆς ἐπανόδου τῶν ἐπισκόπων.

Εὐθὺς μέντοι τὴν εὐσέβειαν ἣν εἶχεν ἐκδηλοτέραν κατέστησε, καὶ τῆς βασιλείας τὰς ἀπαρχὰς τῷ Βασιλεῖ τῶν ὅλων προσήνεγκε. Νόμον γὰρ ἔγραψε, καὶ τοὺς ἐληλαμένους ποιμένας ἐπανελθεῖν κελεύων, καὶ τοῖς σφετέροις ἀποδοθῆναι ποιμνίοις, καὶ τοὺς θείους οἴκους παραδοθῆναι τοῖς τὴν Δαμάσου κοινωνίαν προαιρουμένοις. Δάμασος δὲ οὗτος Ῥώμης ἐπίσκοπος ἦν, καὶ ἀξιεπαίνῳ βίῳ κοσμούμενος, καὶ πάντα λέγειν καὶ πράττειν ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων αἱρούμενος: μετὰ Λιβέριον δὲ τῆς Ἐκκλησίας παρειλήφει τὴν κηδεμονίαν. Συνεξέπεμψε δὲ τῷ νόμῳ καὶ Σάπωρα τὸν στρατηγὸν, ὀνομαστότατον τηνικάδε ὄντα. Καὶ τῆς μὲν Ἀρείου βλασφημίας τοὺς κήρυκας, οἷόν τινας θῆρας, τῶν ἱερῶν σηκῶν ἐξελάσαι, τοὺς δὲ ἀρίστους ποιμένας τοῖς θείοις ποιμνίοις τούτων ἀποδοθῆναι προσέταξε.

1200
Καὶ ἐν ἑκάστῳ μὲν ἔθνει τοῦτό γε ἀδηρίτως ἐγένετο, ὲν Ἀντιοχείᾳ δὲ τῇ τῆς Ἑῴας ἡγουμένῃ ἔρις ἀνήφθη τοιάδε.

Περὶ τῆς Παυλίνου φιλονεικίας, καὶ τῆς Ἀπολιναρίου τοῦ Λαοδικέως καινοτομίας, καὶ περὶ τῆς Μελετίου φιλοσοφίας καὶ φιλοθεΐας.

Διχῆ μὲν, ὡς καὶ πρόσθεν εἰρήκαμεν, οἱ τῶν ἀποστολικῶν ὑπεραγωνιζόμενοι δογμάτων διῄρηντο: καὶ οἱ μὲν εὐθὺς μετὰ τὴν κατ̓ Εὐσταθίου τοῦ μεγάλου τυρευθεῖσαν ἐπιβουλὴν, τὴν Ἀρειανικὴν βδελυξάμενοι βδελυρίαν, καὶ κατὰ σφᾶς αὐτοὺς ἀθροιζόμενοι, Παυλῖνον εἶχον ἡγούμενον: οἱ δὲ μετὰ τὴν Εὐζὡ??ʼου χειροτονίαν σὺν Μελετίῳ τῷ πάνυ τῶν δυσσεβούντων ἀποκριθέντες, καὶ τοὺς κινδύνους ἐκείνους οὓς διεξήλθομεν ὑπομείναντες, ὑπὸ τῆς Μελετίου σοφωτάτης διδασκαλίας ἰθύνοντο. Πρὸς δὲ τούτοις Ἀπολινάριος ὁ Λαοδικεὺς ἑτέρας συμμορίας ἑαυτὸν ἀπέφηνεν ἀρχηγόν: ὃς τὸ τῆς εὐσεβείας περιθέμενος προσωπεῖον, καὶ τῶν ἀποστολικῶν δογμάτων δόξας ὑπερασπίζειν μικρὸν ὕστερον προφανὴς ὤφθη πολέμιος.

Καὶ γὰρ περὶ τῆς θείας φύσεως κιβδήλοις ἐχρήσατο λόγοις, βαθμούς τινας ἀξιωμάτων γεννήσας: καὶ τὸ τῆς οἰκονομίας μυστήριον ἀτελὲς ἀποφῆναι τετόλμηκε, καὶ τὴν λογικὴν ψυχὴν. τὴν ἰθύνειν τὸ σῶμα πεπιστευμένην, ἐστερῆσθαι τῆς γεγενημένης ἔφησε σωτηρίας. Οὐκ εἰληφὼς γὰρ ταύτην κατὰ τὸν ἐκείνου λόγον ὁ Θεὸς Λόγος, οὔτε ἰατρείας ἠξίωσεν, οὔτε τιμῆς μετέδωκεν: ἀλλὰ τὸ μὲν σῶμα τὸ γήϊνον ὑπὸ τῶν ἀοράτων προσκυνεῖται δυνάμεων: ἡ δὲ ψυχὴ ἡ κατ̓ εἰκόνα θείαν γεγενημένη κάτω μεμένηκε, τὴν τῆς ἁμαρτίας ἀτιμίαν περικειμένη.

Πολλὰ δὲ πρὸς τούτοις καὶ ἕτερα εἷπεν ἐσφαλμένῃ καὶ τυφλωττούσῃ διανοίᾳ. Ποτὲ μὲν γὰρ συνωμολόγει καὶ αὐτὸς ἐκ τῆς ἁγίας Παρθένου προσειλῆφθαι τὴν σάρκα, ποτὲ δὲ οὐρανόθεν ταύτην τῷ Θεῷ Αόγῳ συγκατεληλυθέναι φησίν: ἄλλοτε δὲ αὐτὸν γεγενῆσθαι σάρκα, οὐδὲν ἐξ ἡμῶν εἰληφότα. Καὶ ἑτέρους δὲ μύθους καὶ λήρους ταῖς θείαις ἐπαγγελίαις συνέζευξεν, οὓς καὶ λέγειν περιττὸν ἐπὶ τοῦ παρόντος νενόμικα. Ἐκεῖνος μὲν οὖν τοιαῦτα λέγων, οὐ μόνον τοὺς οἰκείους τῆς βλάβης ἐνέπλησεν, ἀλλὰ καί τισι τῶν ἡμετέρων ταύτησ̓ μετέδωκε. Χρόνῳ γὰρ ὕστερον, τήν τε σφετέραν ὁρῶντες εὐτέλειαν, καὶ τὴν τῆς Ἐκκλησίας θεώμενοι περιφάνειαν, συνήφθησαν μὲν πλὴν ὀλίγων ἅπαντες, καὶ τῆς ἐκκλησιαστικῆς κοινωνίας μετέλαχον: τὴν δὲ προτέραν οὐκ ἀπέθεντο νόσον, ἀλλὰ καὶ πολλοὺς τῶν πάλαι ἐῤῥωμένων ταύτης ἐνέπλησαν. Ἐκ τῆσδε τῆς ῥίζης ἐν ταῖς Ἐκκλησίαις ἐβλάστησεν ἡ μία τῆς σαρκὸς καὶ τῆς θεότητος φύσις, καὶ τὸ τῇ θεότητι τοῦ Μονογενοῦς προσάπτειν τὸ πάθος, καὶ τἄλλα, ὅσα τοῖς λαοῖς καὶ τοῖς ἱερεῦσι τὴν

1201
διαμάχην γεγέννηκεν. Ἀλλὰ ταῦτα μὲν ὕστερον γεγένηται.

Τότε δὲ, ἀφικομένου Σάπωρος τοῦ στρατηγοῦ, καὶ τὸν βασιλικὸν ὑποδείξαντος νόμον, ἰσχυρίζετο μὲν ὁ Παυλῖνος αὐτὸς εἷναι τῆς Δαμάσου μερίδος: ἰσχυρίζετο δὲ καὶ Ἀπολινάριος κατακρύπτων τὴν νόσον. Ὁ δὲ θεῖος Μελέτιος ἡσυχῇ καθῆστο, τῆς ἐκείνων ἀνεχόμενος ἔριδος. Φλαβιανὸς δὲ ὁ σοφώτατος, τῷ τῶν πρεσβυτέρων ἐγκατειλεγμένος ἔτι χορῷ, πρῶτον μὲν πρὸς τὸν Παυλῖνον ἔφη, τοῦ στρατηγοῦ ἐπαΐοντος: Εἰ τὴν Δαμάσου, ὧ φιλότης, κοινωνίαν ἀσπάζῃ. ἐπίδειξον ἡμῖν σαφῶς τὴν τῶν δογμάτων συγγένειαν. Ἐκεῖνος γὰρ μίαν τῆς Τριάδος οὐσίαν ὁμολογῶν, τὰς τρεῖς ὑποστάσεις διαῤῥήδην κηρύττει: σὺ δὲ ἄντικρυς τῶν ὑποστάσεων ἀναιρεῖς τὴν τριάδα. Δεῖξον δὴ οὖν τῶν δογμάτων τὴν συμφωνίαν, καὶ λάβε τὰς ἐκκλησίας κατὰ τὸν νόμον. Οὕτως ἐκεῖνον τοῖς ἐλέγχοις ἐπιστομίσας, πρὸς τὸν Ἀπολινάριον ἔφη: Θαυμάζω σε, ὦ φίλος, οὕτως ἀνέδην κατὰ τῆς ἀληθείας μαχόμενον, καὶ ταῦτα σαφῶς ἐπιστάμενον ὡς ὁ θαυμάσιος Δάμασος τελείαν ὑπὸ τοῦ Θεοῦ Λόγου τὴν ἡμετέραν φύσιν ἀνειλῆφθαί φησιν: σὺ δὲ τοὐναντίον λέγων διατελεῖς. Τὸν γὰρ νοῦν τὸν ἡμέτερον τῆς σωτηρίας ἀποστερεῖς. Εἰ δὲ ψευδῆ φαμεν ταῦτά σου κατηγοροῦντες, νῦν γοῦν τὴν ὑπὸ σοῦ τεχθεῖσαν ἀρνήθητι καινοτομίαν, καὶ τὴν Δαμάσου στέρξον διδασκαλίαν, καὶ τοὺς θείους λάβε σηκούς. Ὁ μὲν οὖν σοφώτατος Φλαβιανὸς τοῖς ἀληθέσι λόγοις τὴν ἐκείνων κατέπαυσε παῤῥησίαν. Μελέτιος δὲ, ὁ πάντων ἀνθρώπων πραότατος, φιλοφρόνως ἅμα καὶ ἠπίως ἔφη πρὸς τὸν Παυλῖνον: Ἐπειδὴ καὶ ἐμοὶ τῶνδε τῶνδε τῶν προβάτων τὴν ἐπιμέλειαν ὁ τῶν προβάτων ἐνεχείρισε Κύριος, καὶ σὺ τῶν ἄλλων ἀναδέξαι τὴν φροντίδα, κοινωνεῖ δὲ ἀλλήλοις τῆς εὐσεβείας τὰ θρέμματα, συνάψωμεν, ὦ φιλότης, τὰ ποίμνια, καὶ τὴν περὶ τῆς ἡγεμονίας καταλύσωμεν διαμάχην: κοινῇ δὲ τὰ πρόβατα νέμοντες, κοινὴν αὐτοῖς προσενέγκωμεν θεραπείαν. Εἰ δὲ ὁ μέσος θῶκος τὴν ἔριν γεννᾷ, ἐγὼ καὶ ταύτην ἐξελάσαι πειράσομαι. Ἐν γὰρ τούτῳ τὸ θεῖον προτεθεικὼς Εὐαγγέλιον, ἑκατέρωθεν ἡμᾶς καθῆσθαι παρεγγυῶ: καὶ εἰ μὲν πρῶτος ἐγὼ δεξαίμην τοῦ βίου τὸ πέρας, μόνος σχῇς, ὧ φίλος, τὴν τῆς ποίμνης ἡγεμονίαν.

Εἰ δὲ σὺ πρότερος τοῦτο πάθοις, ἐγὼ πάλιν εἰς δύναμιν τῶν προβάτων ἐπιμελήσομαι. Ταῦτα ἠπίως μὲν ἄμα καὶ φιλοφρόνως ὁ θεῖς εἷπε Μελέτιος: ὁ δὲ Παυλῖνος οὐκ ἔστερξεν. Ὁ δὲ στρατηγὸς, κριτὴς τῶν εἰρημένων γενόμενος, τῷ μεγάλῳ Μελετίῳ τὰς ἐξ ἀρχῆς ἀποκριθέντων προβάτων ἡγούμενος.

Περὶ Εὐσεβίου τοῦ ἐπισκόπου Σαμοσάτων.

Ἀπολινάριος δὲ τῆς τῶν Ἐκκλησιῶν ἡγεμονίας διαμαρτὼν, διαῤῥήδην λοιπὸν τὴν καινοτομηθεῖσαν διδασκαλίαν ἐκήρυττε, καὶ τῆς αἱρέσεως ἑαυτὸν ἀπέφηνεν ἀρχηγόν. Καὶ αὐτὸς μὲν ὲν Λαοδικείᾳ τὰ

1204
πλεῖστα διέτριβεν: ἐν Ἀντιοχείᾳ δὲ ἤδη πρότερον ἐκεχειροτονήκει Βιτάλιον, βίῳ μὲν ἀρίστῳ κοσμούμενον, καὶ τοῖς ἀποστολικοῖς δόγμασιν ἐντεθραμμένον, ὕστερον δὲ τὴν νόσον δεξάμενον. Ὁ δὲ θεῖος Μελέτιος, Διόδωρον ἐκεῖνον, οὗ καὶ πρόσθεν ἐμνήσθην, τὸν ἐν τῷ παγχαλέπῳ κλύδωνι ἀβάπτιστον τὸ τῆς Ἐκκλησίας διασώσαντα σκάφος, Ταρσέων κατέστησε ποιμένα, καὶ τὸ Κιλίκων αὐτῷ ἐνεχείρισεν ἔθνος. Ἀπαμείας δὲ τὴν ἀρχιερατικὴν ἐπιμέλειαν Ἰωάννῃ πεπίστευκεν, ὅς εἶχε μὲν καὶ τοῦ γένους τὴν περιφάνειαν, κατορθώμασι δὲ μᾶλλον οἰκείοις ἥ προγονικοῖς ἐλαμπρύνετο. Κατὰ ταὐτὸν γὰρ αὐτὸν καὶ λόγος ἐκόσμει καὶ βίος. Οὗτος ἐν τῷ τῆς ζάλης καιρῷ τὸν τῶν ὁμοπίστων ἐκυβέρνησε σύλλογον, συνεργὸν δὲ εἶχε τὸν ἀξιέπαινον Στέφανον, ἀλλὰ καὶ τοῦτον ὁ θεῖος Μελέτιος εἰς ἑτέρους ἀγῶνας μετέστησε. Μαθὼν γὰρ ὑπὸ τῆς Εὐδοξίου λώβης διεφθάρθαι τὴν Γερμανίκειαν , τοῦτον ἀπέστειλε ἰατρὸν ἀλεξίκακον: καὶ διὰ πάσης γὰρ ἦκτο παιδείας Ἑλληνικῆς, καὶ τοῖς θείοις ἐνετέθραπτο δόγμασι. Καὶ τῆς ἐλπίδος οὐκ ἐψεύσθη. Τῇ γὰρ πνευματικῇ χρώμενος διδασκαλίᾳ μετέλαβε τοὺς λύκους εἰς πρόβατα. Ὁ δὲ μέγας Εὐσέβιος, ἐκ τῆς ὑπερορίας ἐπανελθὼν, Ἀκάκιον μὲν, οὗ πολὺ τὸ κλέος, ἐν Βεροίᾳ κεχειροτόνηκεν: ἐν Ἱεραπόλει δὲ Θεόδοτον, οὗ τὴν ἀσκητικὴν πολιτείαν μέχρι καὶ τήμερον ᾅδουσιν ἅπαντες.

Εὐσέβιον δὲ Χαλκίδος, Κύρου δὲ τῆς ἡμετέρας Ἰσίδωρον: ἀξιαγάστω δὲ ἤστην ἄμφω, καὶ ζήλῳ θείῳ κεκοσμημένω. Φασὶ δὲ αὐτὸν καὶ Εὐλόγιον ἐκεῖνον, τὸν ὑπὲρ τῶν ἀποστολικῶν ἠγωνισμένον δογμάτων, καὶ εἰς τὴν Ἀντινὼ μετὰ Πρωτογένους ἀπεσταλμένον, τῆς Ἐδέσης κεχειροτονηκέναι ποιμένα: Βάρσης γὰρ ὁ θεσπέσιος ἤδη τοῦ βίου τὸ τέλος ἐδέδεκτο.

Εὐλόγιος δὲ Πρωτογένην, τῶν ἀγώνων τὸν κοινωνὸν, ταῖς Κάραις ἐπέστησεν, ἰατρὸν ἀλεξίκακον οὐκ εὖ διακειμένῃ δωρησάμενος πόλει. Ὁ δὲ θεῖος Εὐσέβιος ἔσχατον ἐπίσκοπον Μάριν τῇ Δολιχῇ κεχειροτόνηκε: πολίχνη δὲ αὕτη σμικρὰ, καὶ τῆς Ἀρειανικῆς νόσου κατ̓ ἐκεῖνο τοῦ καιροῦ μετειλήφει. Τοῦτον τὸν Μάριν, ἀξιέπαινον ὄντα, καὶ πολλοῖς εἴδεσιν ἀρετῶν ἠγλαϊσμένον, ἐνιδρύσαι τοῖς ἱερατικοῖς ἐθελέσας θώκοις ὁ μέγας Εὐσέβιος, τὴν Δολιχὴν κατέλαβεν.

Εἰσιόντι δὲ αὐτῷ γυνή τις, τῆς Ἀρειανικῆς νόσου ἐμπεπλησμένη, κέραμον ἄνωθεν ἐπαφῆκεν ἀπὸ τοῦ στέγους, ὅς τήν τε κεφαλὴν συνέτριψε, καὶ μετ̓ ὀλίγον εἰς τὸν ἀμείνω βίον παρέπεμψεν. Ὁ δὲ τελευτῶν παρηγγύησεν ὅρκοις τοὺς παρόντας πεδήσας, μηδὲ μίαν τὴν τοῦτο δράσασαν εἰσπρᾶξαι ποινήν.

Καὶ τὸν οἰκεῖον γὰρ ἐζήλου Δεσπότην, ὅς περὶ τῶν ἐσταυρωκότων ἔφη: Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσι: καὶ τὸν ὁμόδουλον Στέφανον, μετὰ τὰς πολλὰς τῶν λίθων νιφάδας βοήσαντα:

1205
Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Τοιοῦτο μετὰ τοὺς παντοδαποὺς ἀγῶνας ὁ μέγας Εὐσέβιος ἐδέξατο τέλος, καὶ τοὺς ἐν τῇ Θρᾴκῃ βαρβάρους διαφυγὼν, τὰς τῶν δυσσεβῶν αἱρετικῶν οὐ διέφυγε χεῖρας, ἀλλὰ δἰ ἐκείνων τὸν τοῦ μαρτυρίου στέφανον ἀνεδήσατο. Ταῦτα μὲν οὗν μετὰ τὴν ἐπάνοδον τῶν ἐπισκόπων ἐγένετο. Γρατιανὸς δὲ, τὴν Θρᾴκην δῃουμένην μαθὼν ὑπὸ τῶν τὸν Βάλεντα κεκαυκότων βαρβάρων, καταλιπὼν τὴν Ἰταλίαν, εἰς τὴν Πανονίαν ἀφίκετο.

Περὶ τῆς Θεοδοσίου στρατηγίας.

Κατ̓ ἐκεῖνον δὲ τὸν καιρὸν Θεοδόσιος, διά τε τὴν τῶν προγόνων περιφάνειαν, καὶ διὰ τὴν οἰκείαν ἀνδρείαν, ὀνομαστότατος ἦν, καὶ τούτου χάριν ὑπὸ τοῦ φθόνου τῶν ὁμοτίμων καὶ ὁμοφύλων βαλλόμενος, ἐν ταῖς Σπανίαις διέτριβεν: ἐν ἐκείναις γὰρ ἔφυ τε καὶ ἐτράφη. Ἀπορῶν δὴ οὖν ὁ βασιλεὺς ὅ τι χρὴ δράσαι, φυσηθέντες γὰρ ἐκ τῆς νίκης οἱ βάρβαροι, δύσμαχοι ἦσάν τε καὶ ἐδόκουν, τὴν Θεοδοσίου στρατηγίαν λύσιν ὑπέλαβε τῶν κακῶν. Αὐτίκα δὴ οὖν, ἐκ τῶν Σπανιῶν τὸν ἅνδρα μεταπεμψάμενος, καὶ στρατηγὸν χειροτονήσας, μετὰ τῆς συνειλεγμένης ἐξέπεμψε στρατιᾶς. Ὁ δὲ τῇ πίστει φραξάμενος θαρσαλέως ἐξώρμησε, καὶ τῆς Θρᾴκης ἐπιβὰς, καὶ τοὺς βαρβάρους θεασάμενος ὁμόσε χωροῦντας, ἔταξε τὴν στρατιὰν ὡς εἰς μάχην.

Ἁψιμαχίας δὲ γενομένης, οὐκ ἐνεγκόντες ἐκεῖνοι τὴν ἐμβολὴν, τὴν τάξιν κατέλιπον: τῆς δὲ τροπῆς γενομένης, οἱ μὲν ἔφευγον, οἱ δὲ κατακράτος ἐδίωκον.

Πολὺς δὲ φόνος τῶν βαρβάρων ἐγένετο. Οὐ μόνον γὰρ ὑπὸ Ῥωμαίων, ἀλλὰ καὶ ὑπ̓ ἀλλήλων ἐκτείνοντο. Οὕτω δὲ τῶν πλείστων ἀναιρεθέντων, ὀλίγων δὲ τῶν λαθεῖν δυνηθέντων διαβάντων τὸν Ἴστρον, εὐθὺς ὁ ἄριστος στρατηγὸς, ἣν εἶχε στρατιὰν ἐν ταῖς πελαζούσαις πόλεσι διελὼν, αὐτὸς πρὸς τὸν βασιλέα Γρατιανὸν κατὰ τάχος ἐλαύνων ἀφίκετο, τῶν οἰκείων τροπαίων γενόμενος ἄγγελος. Καὶ πιστὰ μὲν λέγειν οὐδὲ αὐτῷ ἐδόκει τῷ βασιλεῖ, ὑπερεκπληττομένῳ τὸ γεγονός: οἱ δὲ ταῖς ἀκίσι τοῦ φθόνου βαλλόμενοι, καὶ πεφευγέναι αὐτὸν ἔλεγον, καὶ διεφθαρκέναι τὴν στρατιάν. Ὁ δὲ τοὺς ἀντιτεταγμένους ἐξῄτησεν ἀποστεῖλαι, καὶ γνῶναι τῶν ἀνῃρημένων βαρβάρων τὸ πλῆθος. Ῥᾴδιον δὲ, ἔφη, καὶ ἀπὸ τῶν σκύλων ἐπιγνῶναι τὸν ἀριθμόν. Τούτοις εἴξας τοῖς λόγοις ὁ βασιλεὺς, ἀπέστειλε τοὺς ὀψομένους τὰ πεπραγμένα, καὶ ταῦτα μηνύσοντας.

Περὶ τῆς τούτου βασιλείας, καὶ ὧν προεῖδεν ὀνείρων.

Ὁ δὲ ἄριστος στρατηγὸς αὐτοῦ μείνας, ὄψιν εἶδε θεσπεσίαν τινὰ, καὶ παῤ αὐτοῦ σαφῶς αὐτῷ δειχθεῖσαν τοῦ τῶν ὅλων Θεοῦ. Ἐδόκει γὰρ ὁρᾷν τὸν θεῖον Μελέτιον, τῆς Ἀντιοχέων Ἐκκλησίας τὸν πρόεδρον, χλανίδα τε αὐτῷ βασιλικὴν περιθέντα,

1208
καὶ παραπλησίῳ στεφάνῳ κοσμοῦντα τὴν κεφαλήν.

Ταῦτα νύκτωρ ἰδὼν, ἐμήνυσεν ἕωθεν τῶν συνήθων τινί: ὁ δὲ σαφὲς εἷναι τὸ ἐνύπνιον ἔφη, καὶ μηδὲν αἰνιγματῶδες, μηδὲ ἀμφίβολον ἔχειν. Ὀλίγων δὲ ἄγαν διελθουσῶν ἡμερῶν, ἐπανῆλθον μὲν τῶν πεπραγμένων οἱ ἔφοροι, καὶ κατηκοντίσθαι τὰς πολλὰς τῶν βαρβάρων ἔφησαν μυριάδας. Πεισθεὶς δὲ ὁ βασιλεὺς, ὡς ἄριστα ψηφισάμενος αὐτὸν στρατηγὸν, βασιλέα κεχειροτόνηκε, καὶ τῆς Βάλεντος μοίρας τὰ σκῆπτρα παρέδωκε. Καὶ αὐτὸς μὲν ἐπὶ τὴν Ἰταλίαν ἐξώρμησεν, ἐκεῖνον δὲ εἰς τὴν δοθεῖσαν ἡγεμονίαν παρέπεμψεν. Εὐθὺς δὴ οὖν τὴν βασιλείαν παραλαβὼν, τῆς τῶν Ἐκκλησιῶν πρὸ τῶν ἄλλων συμφωνίας ἐπεμελήθη, καὶ τοὺς τῆς οἰκείας ἡγεμονίας ἐπισκόπους εἰς τὴν Κωνσταντινούπολιν δραμεῖν παρηγγύησε. Αὕτη γὰρ μόνη τῆς Ἀρειανικῆς ἐνεπέπληστο λώβης: ἡ γὰρ Ἑσπέρα τῆς νόσου ταύτης ἐλευθέρα διέμεινε. Κωνσταντῖνος μὲν γὰρ, ὁ τῶν Κωνσταντίνου παίδων πρεσβύτατος, καὶ Κώνστας ὁ νεώτατος, τὴν πατρῴαν πίστιν ἀκήρατον διετήρησαν, καὶ αὖ πάλιν Βαλεντινιανὸς ὁ βασιλεὺς τῆς Ἑσπέρας ἀκραιφνῆ διεφύλαξε τὴν εὐσέβειαν.

Τίνες ἐπίσημοι προστάται τῆς Ἀρείου συμμορίας ἐγένοντο.

Τὸ δὲ τμῆμα τῶν Ἑῴων πολλαχόθεν τὴν λώβην ταύτην ἐδέξατο. Ἄρειός τε γὰρ Ἀλεξανδρείας τῆς Αἰγυπτίας πρεσβύτερος ὥν, ἐκεῖ τὴν βλασφημίαν ἐγέννησε: καὶ Εὐσέβιος, καὶ Πατρόφιλος, καὶ Ἀέτιος, οἱ Παλ ιστῖνοι, καὶ Παυλῖνος καὶ Γρηγόριος, οἱ Φοίνικες, καὶ Λαοδικείας Θεόδοτος, καὶ ὁ μετὰ τοῦτον Γεώργιος, καὶ μετὰ τοῦτον Ἀθανάσιός τε καὶ Νάρκισσος, οἱ Κίλικες, τὰ κακῶς καταβληθέντα ἐξέθρεψαν σπέρματα: Εὐσέβιός τε καὶ Θεόγνιος, οἱ Βιθυνοὶ, καὶ Μηνόφαντος ὁ Ἐφέσιος, καὶ Θεόδωρος ὁ Περίνθιος, καὶ Μάρις ὁ Χαλκηδόνιος, καὶ ἕτεροί τινες ἀπὸ τῆς Θρᾴκης, ἀπὸ κακίας μόνης ἐπίσημοι, μέχρι πολλοῦ διετέλεσαν τὴν τῶν ζιζανίων σπορὰν ἄρδοντές τε καὶ θάλποντες. Τοῖς δὲ κακοῖς συνέπραξε γεωργοῖς, Κωνσταντίου τε ἡ εὐκολία, καὶ ἡ Βάλεντος μοχθηρία. Τούτου δὴ ἕνεκα, μόνης τῆς οἰκείας βασιλείας τοὺς ἐπισκόπους εἰς τὴν Κωνσταντινούπολιν συναθροισθῆναι προσέταξεν. Ἐπειδὴ δὲ ἀφίκοντο, πεντήκοντα δὲ ἦσαν καὶ ἑκατὸν, παρηγγύησε μηδένα αὐτῷ μηνύσαι ὅστις ὁ μέγας εἴη Μελέτιος: ἐβούλετο γὰρ ἐκ τῆς τοῦ ἐνυπνίου μνήμης μηνυθῆναι τὸν ἄνδρα. Καὶ ἐπειδὴ εἰς τὸν βασίλειον εἰσελήλυθεν οἶκον ἅπας ἐκεῖνος τῶν ἐπισκόπων ὁ ὅμιλος, τοὺς ἄλλους καταλιπὼν ἅπαντας, τῷ μεγάλῳ Μελετίῳ προσέδραμεν, καὶ οἷόν τις παῖς φιλοπάτωρ, διὰ χρόνου μακροῦ θέας πατρικῆς ἀπολαύσας, περιεπτύσσετό τε καὶ κατεφίλει, καὶ ὀφθαλμοὺς, καὶ χείλη, καὶ στέρνα καὶ κεφαλὴν, καὶ τὴν στεφανώσασαν δεξιάν. Ἐδήλωσε δὲ καὶ τὴν ὄψιν ἥν εἶδε. Φιλοφρονησάμενος δὲ καὶ τοὺς ἄλλους ἅπαντας, βουλεύσασθαι περὶ τῶν προκειμένων ὡς πατέρας ἠξίωσε.

1209