Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Περὶ τῆς Ἰοβιανοῦ βασιλείας και εὐσεβείας Μετὰ δὲ τὴν Ἰουλιανοῦ σφαγὴν συνελθόντες σὺν τοῖς ὑπάρχοις οἱ στρατηγοὶ ἐβουλεύοντο τίνα χρὴ τὴν βασιλείαν παραλαβεῖν, καὶ τήν τε στρατιὰν ἐν τῇ πολεμίᾳ διασῶσαι τά τε Ῥωμαίων ἀναρρῶσαι πράγματα ἐπὶ ξυροῦ ἀκμῆς ὄντα, τὸ δὴ λεγόμενον, διὰ τὴν τοῦ κατοιχομένου θρασύτητα. τούτων δὲ περὶ τούτων βουλευομένων, ἡ στρατιὰ συναθροισθεῖσα κατὰ ταὐτὸν Ἰοβιανὸν ἐξῄτησε βασιλέα, οὔτε στρατηγὸν ὄντα οὔτε τῶν μετ᾽ ἐκείνους, ἐπίσημον δὲ ἄνδρα καὶ περιφανῆ καὶ πολλῶν ἕνεκα γνώριμον: Σῶμά τε γὰρ μέγιστον εἶχε καὶ ψυχὴν μεγαλόφρονα, καὶ ἀριστεύειν ἐν τοῖς πολέμοις εἰώθει καὶ ἐν τοῖς ἀγῶσι τοῖς μείζοσι. παρρησίᾳ γὰρ κατὰ τῆς ἀσεβείας χρησάμενος τοῦ τυράννου τὴν δυναστείαν οὐκ ἔδεισεν, ἀλλὰ κατὰ τὴν προθυμίαν τοῖς τοῦ σωτῆρος ἡμῶν μάρτυσι συνετέτακτο. τότε δὴ οἱ στρατηγοί, τῆς στρατιᾶς τὴν συμφωνίαν θείαν ψῆφον ὑπολαβόντες, ἤγαγον εἰς

1124
μέσον τὸν πάντα ἄριστον ἅνδρα ἐκεῖνον, καὶ βῆμα σχεδιάσαντες ὑψηλὸν, ἔστησαν ἐπὶ τούτου. Εἶτα πάντων αὐτῷ τὰ βασιλικὰ προσενηνοχότων προσρήματα, καὶ Αὔγουστον προσαγορευσάντων καὶ Καίσαρα, τῇ συνήθει παῤῥησίᾳ χρησάμενος ὁ ἀξιάγαστος ἐκεῖνος ἀνὴρ, καὶ μήτε τοὺς ἄρχοντας δείσας. μήτε τῶν στρατιωτῶν τὴν ἐπὶ τὰ χείρω μεταβολήν: Οὐ δύναμαι, ἔφη, Χριστιανὸς ὢν, τῶν τοιούτων ἄρχειν, οὐδὲ τῆς Ἰουλιανοῦ στρατιᾶς βασιλεύειν, πονηρὰ παιδευθείσης μαθήματα. Οἱ γὰρ τοιοῦτοι, τῆς θείας προνοίας γεγυμνωμένοι, εὐάλωτοι καὶ ἐπίχαρτοι τοῖς πολεμίοις γενήσονται. Τούτων ἀκούσαντες τῶν λόγων οἱ στρατιῶται, κοινὴν ἀφῆκαν φωνήν: Μὴ ἐνδοιάσῃς, ὦ βασιλεῦ, μηδὲ τὴν ἡμετέραν ὡς πονηρὰν φύγῃς ἡγεμονίαν: Χριστιανῶν γὰρ βασιλεύσεις, καὶ μαθήμασιν εὐσεβέσι συντεθραμμένων.

Οἱ μὲν γὰρ ἐν ἡμῖν γεραίτεροι, καὶ τῆς Κωνσταντίνου διδασκαλίας ἀπήλαυσαν: οἱ δὲ μετ̓ ἐκείνους, τῶν Κωνσταντίου μετέλαχον παιδευμάτων. Τούτου δὲ τοῦ τεθνεῶτος ὀλίγος τῆς ἡγεμονίας ὁ χρόνος, καὶ οὐχ ἱκανὸς οὐδὲ τοῖς ἐξηπατημένοις ἐνιδρῦσαι τὴν λώβην.

Περὶ τῆς ἐπανόδου τοῦ ἁγίου Ἀθανασίου.

Ἐπὶ τούτοις ἡσθεὶς ὁ βασιλεὺς τοῖς λόγοις, ἐβουλεύετο λοιπὸν περὶ τῆς τῶν κοινῶν σωτηρίας, καὶ ὅπως ἐκ τῆς πολεμίας ἀπήμαντον ἀπαγάγοι τὴν στρατιάν. Οὐκ ἐδεήθη δὲ βουλευμάτων πολλῶν, ἀλλὰ τῶν τῆς εὐσεβείας σπερμάτων ἐτρύγησε τοὺς καρπούς.

Παραυτίκα γὰρ τὴν οἰκείαν ἔδειξε προμήθειαν ὁ τῶν ὅλων Θεὸς, καὶ τὴν φαινομένην ἔλυσεν ἀπορίαν.

Τὴν γὰρ τούτου βασιλείαν ὁ Περσῶν μεμαθηκὼς βασιλεὺς, πρέσβεις ἀπέστειλεν ὑπὲρ εἰρήνης πρεσβευομένους.

Εἶτα τροφὰς τοῖς στρατιώταις ἐξέπεμψε, καὶ ἀγορὰν αὐτοῖς ἐν τῇ ἐρήμῳ γενέσθαι προσέταξε. Τριακοντούτεις δὴ οὗν σπονδὰς ποιησάμενος, ἐῤῥωμένην τὴν στρατιὰν τῆς πολεμίας ἐξέβαλε. παραυτίκα δὲ τῆς ὑπ̓ αὐτοῦ βασιλευομένης γῆς ἐπιβὰς, πρῶτον ἔγραψε νόμον, καὶ τοὺς ἐπισκόπους ἐπανελθεῖν ἐκ τῆς ἐξορίας διαγορεύοντα, καὶ τὰς ἐκκλησίας ἀποδοθῆναι παρεγγυῶντα τοῖς τὴν ἐν Νικαίᾳ πίστιν διατετηρηκόσιν ἀκήρατον. Ἐπέστειλε δὲ καὶ πρὸς Ἀθανάσιον, ἐκεῖνον τόν τούτων πρόμαχον τῶν δογμάτων, γραφῆναι αὐτῷ παρακαλῶν τὴν ἀκριβῆ περὶ τῶν θείων διδασκαλίαν. Ὁ δὲ τοὺς ἐλλογιμωτέρους τῶν ἐπισκόπων ἀγείρας, ἀντέγραψε τὴν ἐν Νικαίᾳ ἐκτεθεῖσαν πίστιν φυλάττειν παρακαλῶν, ὡς τοῖς ἀποστολικοῖς συμβαίνουσαν δόγμασιν. Ἐνθήσω δὲ καὶ τὴν ἐπιστολήν, τῆς τῶν ἐντευξομένων προμηθούμενος ὠφελείας.