Historia Ecclesiastica
Theodoret, Bishop of Cyrus
Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.
Περὶ τῆς Ἀρείου τελευτῆς. ἐκ τῆς Ἀθανασίου ἐπιστολῆς.
Πλεῖστον οὗτος ἐν Ἀλεξανδρείᾳ διατρίψας χρόνον. ἐπικωμάσαι πάλιν τοῖς ἐκκλησιαστικοῖς συλλόγοις ἐβούλετο, ἀρνούμενος τὴν ἀσέβειαν, καὶ τὴν ἐκτεθεῖσαν ὑπὸ τῶν Πατέρων ὁμολογίαν ὑπισχνούμενος δέχεσθαι. Ὡς δὲ οὕτε τὸν θεῖον Ἀλέξανδρον ἔπεισεν, οὕτε μὴν Ἀθανάσιον, τὸν τῆς ἐκείνου προεδρείας καὶ εὐσεβείας διάδοχον, πάλιν διὰ τῆς Εὐσεβίου τοῦ Νικομηδέως σπουδῆς, εἰς τὴν Κωνσταντινούπολιν ἔδραμε. Τὰ δ̓ ὑπ̓ ἐκείνου τυρευθέντα, καὶ ὑπὸ τοῦ δικαίου ψηφισθέντα κριτοῦ, ἅμεινον ὁ πάντα ἄριστος Ἀθανάσιος ἐν τοῖς πρὸς Ἀπίωνα διηγήσατο γράμμασιν: ἐγὼ δὲ καὶ τοῦτο τὸ μέρος ἐντάξω τῇ συγγραφῇ. Ἐγὼ μὲν οὐ παρήμην ἐν τῇ Κωνσταντινουπόλει, ὅτε τετελεύτηκεν ἐκεῖνος: Μακάριος δὲ ὁ πρεσβύτερος παρῆν, κἀκείνου λέγοντος ἥκουσα.
Ἐκέκλητο μὲν παρὰ Κωνσταντίνου τοῦ βασιλέως Ἄρειος ἐκ σπουδῆς τῶν περὶ Εὐσέβιον. Εἰσελθόντα δὲ τὸν Ἄρειον ἀνέκρινεν ὁ βασιλεὺς, εἰ τὴν πίστιν τῆς καθολικῆς Ἐκκλησίας ἔχοι. Αὐτός τε οὗν ὤμοσε πιστεύειν ὀρθῶς, καὶ ἔγγραφον ἐπιδέδωκε πίστεως: κρύψας μὲν ἐφ̓ οἶς ἐξεβλήθη τῆς Ἐκκλησίας ὑπὸ Ἀλεξάνδρου τοῦ ἐπισκόπου, ὑποκρινάμενος δὲ τὰς ἀπὸ τῶν Γραφῶν λέξεις. Ὀμόσαντα τοίνυν αὐτὸν μὴ πεφρονηκέναι ἐφ̓ οἷς ἐξέβαλεν αὐτὸν Ἀλέξανδρος, ἀπέλυσεν εἰρηκώς: Εἰ ὀρθή σου ἡ πίστις ἐστὶ, καλῶς ὤμοσας: εἰ δὲ ἀσεβής ἐστιν ἡ πίστις σου, καὶ ὤμοσας, ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ κρίναι τὰ κατὰ σέ. Οὕτω δὴ οὖν αὐτὸν ἐξελθόντα παρὰ τοῦ βασιλέως, ἠθέλησαν εἰσαγαγεῖν εἰς τὴν ἐκκλησίαν οἱ περὶ Εὐσέβιον τῇ συνήθει αὐτῶν βίᾳ. Ἀλλ̓ ὁ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπος ὁ μακαρίτης Ἀλέξανδρος ἀντέλεγε, φάσκων μὴ δεῖν εἰς κοινωνίαν δεχθῆναι τὸν τῆς αἱρέσεως εὑρετήν. Καὶ λοιπὸν οἱ περὶ Εὐσέβιον ἠπείλησαν, ὅτι Ὥσπερ μὴ θελόντων ὑμῶν ἐποιήσαμεν αὐτὸν κληθῆναι παρὰ βασιλέως, οὕτως αὔριον, κἂν μὴ κατὰ γνώμην σου τυγχάνῃ, συναχθήσεται Ἄρειος μεθ̓ ἡμῶν ἐν τῇ ἐκκλησίᾳ ταύτῃ. Σάββατον δὲ ἦν, ὅτε ταῦτα ἔλεγεν. Ὁ τοίνυν ἐπίσκοπος Ἀλέξανδρος, ἀκούσας ταῦτα καὶ πάνυ λυπηθεὶς, εἰσελθὼν εἰς τὴν ἐκκλησίαν, καὶ τὰς χεῖρας ἄρας πρὸς τὸν Θεὸν, ἀπωδύρετο, καὶ ῥίψας ἑαυτὸν ἐπὶ πρόσωπον ἐν τῷ ἱερατείῳ, κείμενος ἐπὶ τοῦ ἐδάφους ηὔχετο. Παρῆν δὲ καὶ ὁ Μακάριος εὐχόμενος σὺν αὐτῷ, καὶ ἀκούων τῆς φωνῆς αὐτοῦ. Παρεκάλει δὲ δύο ταῦτα λέγων: Εἰ Ἄρειος αὔριον συνάγεται, ἀπόλυσον ἐμὲ τὸν δοῦλόν σου, καὶ μὴ συναπολέσῃς εὐσεβῆ μετὰ ἀσεβοῦς. Εἰ δὲ φείδῃ τῆς Ἐκκλησίας σου, οἶδα δὲ ὅτι φείδῃ. ἔπιδε ἐπὶ τὰ ῥήματα τῶν περὶ Εὐσέβιον, καὶ μὴ δῷς εἰς ἀφανισμὸν καὶ ὄνειδος τὴν κληρονομίαν σου:
Ταῦτ̓εὐξάμενος ὁ ἐπίσκοπος ἀνεχώρησε, πάνυ φροντίζων: καὶ γέγονέ τι θαῦμα φρικτὸν καὶ παράδοξον. Τῶν γὰρ περὶ Εὐσέβιον ἀπειλησάντων, ὁ μὲν ἐπίσκοπος προσηύξατο: ὁ δὲ Ἄρειος ἐθάῤῥει τοῖς περὶ Εὐσέβιον, πολλά τε φλυαρῶν, εἰσῆλθεν εἰς καθέδρας ὡς διὰ χρείαν τῆς γαστρὸς, καὶ ἐξαίφνης, κατὰ τὸ γεγραμμένον, πρηνὴς γενόμενος, ἐλάκησε μέσος, καὶ πεσὼν εὐθὺς ἀπέψυξεν, ἀμφοτέρων τε τῆς κοινωνίας καὶ τοῦ ζῇν ἀπεστερήθη. Τὸ μὲν οὗν τέλος τοῦ Ἀρείου τοιοῦτον γέγονε. Καὶ οἱ περὶ Εὐσέβιον μεγάλως αἰσχυνθέντες, ἔθαψαν τὸν ὁμόφρονα ἑαυτῶν. Ὁ δὲ μακαρίτης Ἀλέξανδρος, χαιρούσης τῆς Ἐκκλησίας, τὴν σύναξιν ἐπετέλεσεν ἐν εὐσεβείᾳ καὶ ὀρθοδοξίᾳ, σὺν πᾶσι τοῖς ἀδελφοῖς, εὐχόμενος καὶ δοξάζων μεγάλως τὸν Θεὸν, οὐχ ὡς ἐπιχαίρων τῷ θανάτῳ, μὴ γένοιτο: πᾶσι γὰρ ἀπόκειται τοῖς ἀνθρώποις ἀποθανεῖν ἅπαξ: ἀλλ̓ ὅτι τοῦτο ὑπὲρ τὰς ἀνθρώπων κρίσεις ἐδείχθη. Αὐτὸς γὰρ ὁ Κύριος, δικάσας ταῖς ἀπειλαῖς τῶν περὶ Εὐσέβιον, καὶ τῇ εὐχῇ Ἀλεξάνδρου, κατέκρινε τὴν Ἀρειανὴν αἵρεσιν, δείξας αὐτὴν ἀναξίαν οὖσαν τῆς ἐκκλησιαστικῆς κοινωνίας, καὶ πᾶσι φανερώσας, ὅτι κἂν παρὰ βασιλέως καὶ πάντων ἀνθρώπων ἔχῃ τὴν μαρτυρίαν καὶ τὴν προστασίαν, ἀλλὰ παῤ αὐτῆς τῆς ἀληθείας κατεκρίθη. Τοιαῦτα τῶν πονηρῶν σπερμάτων ὁ Ἄρειος δρεψάμενος δράγματα, καὶ τῶν ἐσομένων κολαστηρίων ἰδὼν τὰ προαύλια, τῆς οἰκείας ἀσεβείας διὰ τιμωρίας κατηγόρει. Ἐγὼ δὲ ἐπὶ τὴν τῆς βασιλικῆς εὐσεβείας διήγησιν στρέψομαι. Πᾶσι γὰρ τοῖς ὑπὸ τὴν Ῥωμαίων τελοῦσιν ἡγεμονίαν ἐπέστειλε δήμοις, τῆς μὲν προτέρας αὐτοὺς ἐξαπάτης ἀπαλλαγῆναι παρεγγυῶν, τὴν δὲ τοῦ Σωτῆρος ἡμῶν μαθεῖν διδασκαλίαν προτρέπων, καὶ ἐπὶ ταύτην ἅπαντας τὴν ἀλήθειαν ξεναγῶν.
Τοὺς δὲ γε κατὰ πόλιν ἐπισκόπους ἐπὶ τὰς τῶν ἐκκλησιῶν οἰκοδομίας διήγειρεν. οὐ γράμμασι μόνον ἐπὶ τοῦτο προτρέπων, ἀλλὰ καὶ χρήματα φιλοτίμως δωρούμενος, καὶ τὰ τῆς οἰκοδομίας δαπανήματα χορηγῶν. Δηλοῖ δὲ καὶ τὰ γραφέντα, τοῦτον ἔχοντα τὸν τρόπον.
Ἐπιστολὴ τοῦ βασιλέως Κωνσταντίνου περὶ τῆς τῶν ἐκκλησιῶν οἰκοδομῆς.
Νικητὴς Κωνσταντῖνος, μέγιστος, Σεβαστὸς, Εὐσεβίῳ.
Ἕως τοῦ παρόντος χρόνου τῆς ἀνοσίου βουλήσεως καὶ τυραννίδος τοὺς ὑπηρέτας τοῦ Σωτῆρος Χριστοῦ διωκούσης, πεπίστευκα καὶ ἀκριβῶς ἐμαυτὸν πέπεικα, πασῶν τῶν ἐκκλησιῶν τὰ ἔργα, ἣ ὑπὸ ἀμελείας διεφθάρθαι, ἣ φόβῳ τῆς ἐπικειμένης ἀδικίας ἐλάττονα τῆς ἀξίας γεγενῆσθαι, ἀδελφὲ προσφιλέστατε.
Νυνὶ δὲ τῆς ἐλευθερίας ἀποδοθείσης, καὶ τοῦ
Αἰτήσεις δὲ καὶ αὐτὸς καἳ??ʼ διὰ σοῦ οἱ λοιποὶ τὰ ἀναγκαῖα, παρά τε τῶν ἡγεμονευόντων, καὶ τῆς ἐπαρχικῆς τάξεως. Τούτοις γὰρ ἐπεστάλη, πάσῃ σπουδῇ ἐξυπηρετήσασθαι τοῖς ὑπὸ τῆς σῆς ὁσιότητος λεγομένοις. Ὁ Θεὸς διαφυλάττοι σε, ἀδελφὲ ἀγαπητέ. Ταῦτα μὲν οὗν περὶ τῆς τῶν ἐκκλησιῶν οἰκοδομίας πρὸς τοὺς καθ̓ ἑκάστην ἐπαρχίαν ἐπισκόπους ἐπέστειλεν. Ὁποῖα δὲ καὶ περὶ τῆς τῶν ἱερῶν Βιβλίων κατασκευῆς πρὸς Εὐσέβιον ἔγραψε τὸν Παλαιστῖνον, ἐξ αὐτῶν τῶν γραμμάτων καταμαθεῖν εὐπετές.
Ἐπιστολὴ τοῦ αὐτοῦ περὶ τῆς κατασκευῆς τῶν θείων Γραφῶν.
Νικητὴς Κωνσταντῖνος, μέγιστος , Σεβαστὸς, Εὐσεβίῳ.
Κατὰ τὴν ἐπώνυμον ἡμῖν πόλιν, τῆς τοῦ Θεοῦ καὶ Σωτῆρος συναιρομένης προνοίας, μέγιστον πλῆθος ἀνθρώπων τῇ ἀγιωτάτῃ Ἐκκλησίᾳ ἀνατέθεικεν ἑαυτό: ὡς πάντων ἐκεῖσε πολλὴν λαβόντων αὔξησιν, σφόδρα ἄξιον καταφαίνεσθαι καὶ ἐκκλησίας ἐν αὐτῇ κατασκευασθῆναι πλείους. Τοιγάρτοι δέδεξο προθυμότατα τὸ δόξαν τῇ ἡμετέρᾳ προαιρέσει. Πρέπον γὰρ κατεφάνη δηλῶσαι τοῦτο τῇ σῇ συνέσει: ὅπως ἂν πεντήκοντα σωμάτια ἐν διφθέραις ἐγκατασκεύοις , εὐανάγνωστά τε καὶ πρὸς τὴν χρῆσιν εὐπαρακόμιστα, ὑπὸ τεχνιτῶν καλλιγράφων καὶ ἀκριβῶς τὴν τέχνην ἐπισταμένων γραφῆναι κελεύσειας: τῶν θείων δηλαδὴ Γραφῶν, ὧν μάλιστα τήν τε ἐπισκευὴν, καὶ τὴν χρῆσιν τῷ τῆς Ἐκκλησίας συλλόγῳ ἀναγκαίας εἶναι γινώσκεις. Ἀπέσταλται δὲ γράμματα παρὰ τῆς ἡμετέρας ἡμερότητος πρὸς τὸν τῆς διοικήσεως καθολικὸν, ὅπως ʽ??ʼν πάντα τὰ πρὸς τὴν ἐπισκευὴν αὐτῶν ἐπιτήδεια παρασχεῖν φροντίσειεν.
Ἵνα γὰρ ὡς τάχιστα γραφέντα σωμάτια κατασκευασθείη, τῆς σῆς ἐπιμελείας ἔργον γενήσεται τοῦτο. Καὶ γὰρ δύο δημοσίων ὀχημάτων ἐξουσίαν εἰς διακομιδὴν ἐκ τῆς αὐθεντίας
Οὕτω γὰρ ἂν μάλιστα τὰ καλῶς γραφέντα καὶ μέχρι τῶν ἡμετέρων ὄψεων ῥᾷστα διακομισθείη: ἑνὸς δηλαδὴ τοῦτο πληροῦντος τῶν ἐκ τῆς σῆς Ἐκκλησίας διακόνων: ὅς ἐπειδ̓ ἃν ἀφίκηται πρὸς ἡμᾶς, τῆς ἡμετέρας πειραθήσεται φιλανθρωπίας. Ὁ Θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ.
Ἱκανὰ μὲν οὗν καὶ ταῦτα τεκμηριῶσαι, μᾶλλον δὲ διδάξαι σαφῶς, ὅπως ὁ πανεύφημος βασιλεὺς πᾶσαν εἰς τὰ θεῖα μετέθηκε τὴν σπουδήν. Προσθήσω δὲ ὅμως τοῖς εἰρημένοις τὰ περὶ τὸν σωτήριον αὐτῷ τάφον κατωρθωμένα. Μαθὼν γὰρ ὡς οἱ κορυβαντιῶντες, καὶ περὶ τῶν εἰδώλων θεραπείαν βεβακχευμένοι, τὸν μὲν Δεσποτικὸν κατέχωσαν τάφον, λήθῃ παραδοῦναι φιλονεικοῦντες τῆς σωτηρίας τὴν μνήμην. Ἐπὶ τούτῳ δὲ νεὼν τῆς ἀκολάστου δαίμονος ἐδομήσαντο, ταῖς παρθενικαῖς ὠδῖσι ἐπιτωθάζοντες: καταλυθῆναι μὲν προσέταξε τὸ μυσαρὸν οἰκοδόμημα: τὸν δὲ χοῦν ἐκεῖνον τὸν ἐναγέσι μολυνθέντα θυσίαις ἐκφορηθῆναι, καὶ πόῤῥω που ῥιφῆναι τοῦ ἄστεος: εἶτα νεὼν οἰκοδομηθῆναι μέγιστόν τε καὶ κάλλιστον. Δηλοῖ δὲ ταῦτα σαφέστερον ἡ ἐπιστολὴ, ἢν πρὸς τὸν πρόεδρον τῆς Ἐκκλησίας ἐκείνης ἀπέστειλε . Μακάριος δὲ ἦν οὗτος, οὔ καὶ πρόσθεν ἐμνήσθημεν, ὃς καὶ τῆς μεγάλης κεκοινωνήκει συνόδου, καὶ τὴν Ἀρείου σὺν τοῖς ἄλλοις κατηγωνίσατο βλασφημίαν. Ἔστι δὲ αὕτη:
Ἐπιστολὴ τοῦ αὐτοῦ πρὸς Μακάριον ἐπίσκοπον Ἱεροσολύμων, περὶ οἰκοδομῆς τοῦ θείου ναοῦ.
Νικητὴς Κωνσταντῖνος, μέγιστος, Σεβαστὸς, Μακαρίῳ.
Τοσαύτη τοῦ Σωτῆρος ἡμῶν ἐστιν ἡ χάρις. ὡς μηδεμίαν λόγων χορηγίαν τοῦ παρόντος θαύματος ἀξίαν εἶναι δοκεῖν. Τὸ γὰρ γνώρισμα τοῦ ἁγιωτάτου πάθους, ὑπὸ τῇ γῇ πάλαι κρυπτόμενον, τοσαύταις ἐτῶν περιόδοις λαθεῖν ἄχρις οὗ διὰ τῆς τοῦ κοινοῦ πάντων ἐχθροῦ ἀναιρέσεως ἐλευθερωθεῖσι τοῖς ἑαυτοῦ θεράπουσιν ἀναλάμπειν ἔμελλεν, πᾶσαν ἔκπληξιν ὡς ἀληθῶς ὑπερβαίνει.
Εἰ γὰρ πάντες οἱ διὰ πάσης τῆς οἰκουμένης εἷναι δοκοῦντες σοφοὶ εἰς ἒν καὶ τὸ αὐτὸ συνελθόντες ἄξιόν τι τοῦ πράγματος ἐθέλωσιν εἰπεῖν, οὐδ̓ ἂν πρὸς βραχύτατον ἁμιλληθῆναι δυνήσονται: ἐπὶ τοσοῦτον πᾶσαν ἀνθρωπίνου λογισμοῦ χωρητικὴν φύσιν ἡ τοῦ θαύματος τούτου πίστις ὑπερβαίνει, ὅσῳ τῶν ἀνθρωπίνων τὰ οὐράνια συνέστηκεν εἶναι δυνατώτερα. Διὰ τοῦτο γοῦν οὗτος ἀεὶ καὶ πρῶτος καὶ μόνος ἐστί μοι σκοπὸς. ἴν̓ ὥσπερ ἑαυτὴν ὁσημέραι καινοτέροις θαύμασιν ἡ
Κεκέλευσται γὰρ ὑπὸ τῆς ἐμῆς εὐσεβείας, καὶ τεχνίτας, καὶ ἐργάτας, καὶ πανθ̓ ὅσα περὶ τὴν οἰκοδομὴν ἀναγκαῖα τυγχάνειν παρὰ τῆς σῆς καταμάθοιεν ἀγχινοίας, παραχρῆμα διὰ τῆς ἐκείνων προνοίας ἀποσταλῆναι. Περὶ δὲ τῶν κιόνων, εῖτ̓ οὖν μαρμάρων. ἃ δ̓ἂν νομίσειας εἶναι τιμιώτερά τε καὶ χρησιμώτερα αὐτοῖς , συνόψεως γενομένης, πρὸς ἡμᾶς γράψαι σπούδασον: ἱ̓́??ʼ ὅσων δ̓ἂν καὶ ὁποίων χρείαν εἶναι διὰ τοῦ σ̔??ʼυ γράμματος ἐπιγνῶμεν, ταῦτα πανταχόθεν μετενεχθῆναι δυνηθῇ. Τῆς γὰρ τοῦ κόσμου θαυμασιώτερον τόπον κατ̓ ἀξίαν φαιδρύνεσθαι δίκαιον.
Τὴν δὲ τῆς βασιλικῆς καμάραν πότερον λακωναρίαν. ἢ διά τινος ἑτέρας ἐργασίας γενέσθαι δοκεῖ, παρὰ σοῦ γνῶναι βούλομαι. Εἰ γὰρ λακωναρία μέλλοι εἶναι, δυνήσεται καὶ χρυσῷ καλλωπισθῆναι.
Τὸ λειπόμενον, ἴνα ἡ σὴ ὁσιότης τοῖς προειρημένοις δικασταῖς ᾗ τάχος γνωρισθῆναι ποιήσῃ, ὅσων τε καὶ ἐργατῶν, καὶ τεχνιτῶν, καὶ ἀναλωμάτων χρεία. Ἅ καὶ πρὸς ἐμὲ εὐθέως ἀνενεγκεῖν σπούδασον, οὐ μόνον περὶ τῶν μαρμάρων τε καὶ κιόνων, ἀλλὰ καὶ περὶ τῶν λακωναριῶν, εἴ γε καὶ τοῦτο κάλλιον ἐπικρίνειας. Ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ.
Περὶ Ἑλένης τῆς τοῦ βασιλέως μητρὸς, καὶ τῆς περὶ τὴν οἰκοδομίαν τοῦ θείου ναοῦ σπουδῆς.
Τούτοις τοῖς γράμμασιν οὐκ ἅλλος τις διηκόνησεν, ἀλλ̓αὐτὴ τοῦ βασιλέως ἡ μήτηρ, ἡ καλλίπαις ἐκείνη, καὶ παρὰ πάντων ᾀδομένη τῶν εὐσεβῶν, ἡ τὸν μέγαν τοῦτον φωστῆρα τεκοῦσα, καὶ
Καὶ ὅτι μὲν εἶς ἐκ τούτων ὁ τοῦ Δεσπότου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ ἐτύγχανεν ὧν, οἱ δ̓ ἕτεροι τῶν σὺν αὐτῷ προσηλωθέντων λῃστῶν, ἀναμφισβητήτως ἐπίστευον ἅπαντες: ἠγνόουν δὲ ὅμως τὸν τῷ Δεσποτικῷ πελάσαντα σώματι, καὶ τοῦ τιμίου αἵματος τὴν λιβάδα δεξάμενον. Ἀλλ̓ ὁ σοφώτατος ἐκεῖνος καὶ θεῖος ὄντως Μακάριος, ὁ τῆς πόλεως πρόεδρος, τοιῷδε πόρῳ τὴν ἀπορίαν διέλυσε. Γυναικὶ γὰρ περιφανεῖ νόσῳ κατεχομένῃ μακρᾷ, ἕκαστον τῶν σταυρῶν ἐκείνων μετὰ προσευχῆς σπουδαίως προσενεγκὼν, ἔγνω τοῦ σωτηρίου τὴν δύναμιν. Παραυτίκα γὰρ οὗτος τῷ γυναίῳ πελάσας τὴν χαλεπὴν ἐκείνην ἐξήλασε νόσον, καὶ τὴν ἄνθρωπον ἀπέφηνεν ὑγιᾶ. Οὕτω δὴ τοῦ βασιλέως ἡ μήτηρ μαθοῦσα τὸ ποθούμενον, τῶν ἥλων τὰ μὲν εἰς τὸ βασιλικὸν ἐνέβαλε κράνος, τῆς τοῦ παιδὸς κεφαλῆς προμηθουμένη. ἵνα τὰ τῶν πολεμίων ἀποκρούηται βέλη: τὰ δὲ τῷ τοῦ ἵππου ἀνέμιξε χαλινῷ, καὶ ἀσφάλειαν μηχανὡ??ʼένη τῷ βασιλεῖ, καὶ παλαιᾷ προφητείᾳ πέρας ἐπιτιθεῖσα: πὁῤῥωθεν γὰρ Ζαχαρίας ὁ προφήτης ἐβόα Καὶ ἔσται τὸ ἐπὶ τῷ χαλινῷ τοῦ ἵππου ʽ??ʼγιον τῷ Κυρίῳ παντοκράτορι. Τοῦ δὲ σωτηρίου σταυροῦ μοῖραν μέν τινα τοῖς βασιλείοις ἀπένειμε: τὸ δὲ λοιπὸν, θήκην ἐξ ὕλης ἀργύρου ποιησαμένη, τῷ τῆς πόλεως δέδωκεν ἐπισκόπῳ, φυλάττειν παρεγγυήσασα ταῖς ἔπειτα γενεαῖς τὰ τῆς σωτηρίας μνημόσυνα.
Πάντοθεν δὲ παντοδαπῆς ὕλης τεχνίτας ἀγείρασα, τοὺς μεγίστους ἐκείνους καὶ λαμπροτάτους νεὼς ἐδομήσατο. Τὸ δὲ τούτων κάλλος καὶ μέγεθος ἐκφράσαι περιττὸν ἄγαν ὑπείληφα: πάντων, ὡς ἔπος εἰπεῖν, τῶν φιλοθέων ἐκεῖσε θεόντων, καὶ θεωμένων τῶν ἔργων τὴν πολυτέλειαν. Πεποίηκε δὲ καὶ ἕτερον μνήμης ἄξιον ἡ πανεύφημος ἐκείνη, καὶ ἀξιάγαστος βασιλίς. Τὰς γὰρ διὰ βίου τὴν παρθενίαν ἀσκούσας συναγείρασα πάσας, καὶ ἐπὶ στιβάδων πολλῶν κατακλίνασα, αὐτὴ θεραπαινίδος ἔργον
Περὶ τῆς παρανόμου μεταθέσεως Εὐσεβίου τοῦ Νικομηδείας.
Οἱ δὲ τῆς Ἀρείου συμμορίας τῶν παμπονήρων οὐκ ἐπελάθοντο βουλευμάτων.
Τούτου γὰρ δὴ ἕνεκα τὰς τῆς πίστεως ὁμολογίας συνέθεντο ταῖς χερσὶν, ὡς ἂν τὰ κώδια περικείμενοι, τὰ τῶν λύκων ἐργάσαιντο. Ὁ μὲν γὰρ θεῖος ἐκεῖνος Ἀλέξανδρος, ὁ τῇ προσευχῇ κατακοντίσας τὸν Ἄρειον, τὸν Βυζάντιον λέγω: οὕτω γὰρ ἡ Κωνσταντινούπολις κατ̓ ἐκεῖνον ὠνομάζετο τὸν καιρόν: εἰς τὸν ἀμείνω μετετέθη βίον. Εὐσέβιος δὲ ὁ τῆς δυσσεβείας συνήγορος, μικρὰ φροντίσας ὧν πρὸ βραχέος μετὰ τῶν ἄλλων ἀρχιερέων συνέγραψεν ὅρων, παραυτίκα τὴν Νικομήδειαν καταλιπὼν, τὸν τῆς Κωνσταντινουπόλεως ἥρπασε θρόνον, ἄντικρυς τοῦ κανόνος, ἐπισκόπους ὁμοῦ καὶ πρεσβυτέρους ἀπαγορεύοντος ἐξ ἑτέρας εἰς ἑτέραν μεταβαίνειν πόλιν. Θαυμαστὸν δὲ οὐδὲν τοὺς οὕτω κατὰ τῆς τοῦ Μονογενοῦς μανέντας θεότητος, ἀδεῶς τοὺς ἅλλους παραβῆναι νόμους. Οὐ νῦν δὲ τοῦτο πρῶτον κεκαινοτόμηκεν, ἀλλὰ καὶ ἤδη πρότερον αὐτὸ τοῦτο τετόλμηκεν: τὴν Βηρυτὸν γὰρ πάλαι πεπιστευμένος, εἰς τὴν Νικομήδειαν μετεπήδησε: καὶ ταύτης δὲ μετὰ τὴν σύνοδον διὰ τὸ τῆς δυσσεβείας προφανὲς ἐξηλάθη, καὶ σὺν αὐτῷ Θεογόνιος ὁ Νικαίας. Καὶ τοῦτο δῆλον ὁ βασιλεὺς Κωνσταντῖνος διὰ γραμμάτων πεποίηκεν. Ἐγὼ δὲ καὶ τὸ τέλος τῆς ἐπιστολῆς ἐνθήσω τῇ συγγραφῇ. Ἐπέστειλε δὲ ταῦτα Νικομηδεῦσι.
Ἐπιστολὴ βασιλέως Κωνσταντίνου κατὰ Εὐσεβίου καὶ Θεογονίου γραφεῖσα Νικομηδεῦσι.
Τίς ἐστιν ὁ ταῦτα διδάξας οὕτως ἄκακον πλῆθος; Εὐσέβιος δηλαδὴ, ὁ τῆς τυραννικῆς ὠμότητος συμμύστης.
Ὅτι γὰρ πανταχοῦ τοῦ τυράννου γεγένηται πρόσφυξ, πολλαχόθεν ἔστι συνορᾷν. Τοῦτο μὲν γὰρ αἱ τῶν ἐπισκόπων σφαγαὶ διαμαρτύρονται: ἀλλὰ τῶν ἀληθῶς ἐπισκόπων. Τοῦτο δὲ ἡ τῶν Χριστιανῶν χαλεπωτάτη ἐκδίωξις διαῤῥήδην βοᾷ.
Οὐδὲν γὰρ περὶ τῶν εἰς ἐμὲ γεγενημένων ὕβρεων
Μηδέ μέ τις οἰέσθω εἷναι πρὸς τὴν τούτων ἀπόδειξιν ἀπαράσκευον. Ἔλεγχος γάρ ἐστιν ἀκριβὴς, ὅτι τοὺς πρεσβυτέρους καὶ τοὺς διακόνους τοὺς Εὐσεβίῳ παρεπομένους φανερῶς ὑπ̓ ἐμοῦ συνειλῆφθαι συνέστηκεν.
Ἀλλὰ ταῦτα μὲν παρίημι, ἃ νῦν οὐκ ἀγανακτήσεως ἕνεκεν, ἀλλ̓ εἰς ἐκείνων αἰσχύνην ὑπ̓ ἐμοῦ προενήνεκται. Ἐκεῖνο μόνον δέδια, ἐκεῖνο διαλογίζομαι, ὅτι ὑμᾶς ὁρῶ πρὸς τὴν τοῦ ἐγκλήματος καλεῖσθαι κοινωνίαν. Διὰ γὰρ τῆς Εὐσεβίου ἀγωγῆς τε καὶ διαστροφῆς, συνείδησιν τῆς ἀληθείας κεχωρισμένην εἰλήφατε. Ἀλλ̓ ἔστιν οὐ βραδεῖα θεραπεία, εἴγε ἐπίσκοπον πιστόν τε καὶ ἀκέραιον νῦν γοῦν λαβόντες, πρὸς τὸν Θεὸν ἀπίδητε, ὅπερ ἐπὶ τοῦ παρόντος ἐν ὑμῖν ἐστιν, ὃ καὶ πάλαι ἐχρῆν τῆς ὑμετέρας κρίσεως ἠρτῆσθαι, εἰ μὴ ὁ προειρημένος Εὐσέβιος, δεινῶς τῶν τότε συλλαβομένων αὐτῷ, ἐνταῦθα ἐληλύθει, καὶ τὴν τῆς τάξεως ὀρθότητα ἀναισχύντως συντεταράχει. Ἀλλ̓ ἐπειδὴ περὶ αὐτοῦ τοῦ Εὐσεβίου πρὸς τὴν ὑμετέραν ἀγάπην ὀλίγα προσῆκε φράσαι, μέμνηται ἡ ὑμετέρα ἀνεξικακία ἐπὶ τῆς Νικαέων πόλεως γεγενῆσθαι σύνοδον, ᾗ καὶ αὐτὸς ἐγὼ πρεπόντως τῇ τῆς ἐμῆς συνειδήσεως λατρείᾳ παρήμην, οὐδὲν ἕτερον βουλόμενος, ἢ ὁμόνοιαν ἅπασιν ἐργάσασθαι, καὶ πρό γε πάντων ἐλέγξαι τε καὶ ἀποσείσασθαι τὸ πρᾶγμα τοῦτο, ὅ τὴν μὲν ἀρχὴν εἰλήφει διὰ τῆς Ἀρείου τοῦ Ἀλεξανδρέως ἀπονοίας: ἰσχυροποίητο δὲ παραχρῆμα, διὰ τῆς Εὐσεβίου ἀτόπου τε καὶ ὀλεθρίας σπουδῆς. Ἀλλ̓ αὐτὸς οὗτος ὁ Εὐσέβιος, προσφιλέστατοι καὶ τιμιώτατοι, μεθ̓ ὅσης νομίζετε συνδρομῆς, ἅτε δὴ ὑπὸ τῆς συνειδήσεως ἁ??ʼτῆς ἡττώμενος, μεθ̓ ὅσης δὲ αἰσχύνης τῇ πανταχόθεν ἐληλεγμένῃ ψευδολογίᾳ συνίστατο %5 Ὑποπέμπων μέν μοι διαφόρους τοὺς ἀξιοῦντας ὑπὲρ αὐτοῦ, ἐξαιτούμενος δὲ παῤ ἐμοῦ συμμαχίαν τινὰ, ὅπως μὴ ἐπὶ τοσούτῳ ἐλεγχθεὶς πλημμελήματι, τῆς ὑπαρχούσης αὐτῷ τιμῆς ἐκβάλλοιτο. Μάρτυς μοί ἐστι τούτου ὁ Θεὸς αὐτὸς, ὅς ἐμοί τε καὶ ὑμῖν φιλαγάθως ἐπιμένοι.
Ἐπεὶ καὶ ἐμὲ ἐκεῖνος περιέτρεψε, καὶ ἀπρεπῶς ὑφήρπασεν, ὅ καὶ ὑμεῖς ἐπιγνώσεσθε. Πάντα μὲν γὰρ ἐπράχθη τότε, καθὼς καὶ αὐτὸς ἐπόθει, πάν ὁτιοῦν κακὸν ἐπὶ τῆς αὐτοῦ διανοίας ἀποκρυπτόμενος.
Ἀλλὰ πρώην, ἵνα τὰ λοιπὰ τῆς αὐτοῦ σκαιότητος παρῶ, τί μάλιστα μετὰ Θεογονίου, ʽ??ʼν τῆς ἀνοίας ἔχει κοινωνὸν, διεπράξατο, ἀκούσατε, παρακαλῶ. Ἀλεξανδρέας τινὰς, τῆς ἡμετέρας πίστεως
Διὰ τοῦτο περὶ τοὺς ἀχαρίστους τούτους ἔκρινα πρᾶξαι: ἁρπαγέντας γὰρ αὐτοὺς ἐκέλευσα ὡς ποῤῥωτάτω ἐξορισθῆναι. Νῦν ὑμέτερόν ἐστιν πρὸς τὸν Θεὸν ἐκείνῃ τῇ πίστει βλέπειν, ᾗ πάντοτε καὶ γεγενῆσθαι συνέστηκε, καὶ εἶναι πρέπει, καὶ διαπράξασθαι: οὕτως ἐπισκόπους ἀγνούς τε καὶ ὀρθοδόξους καὶ φιλανθρώπους ἔχοντες χαίρωμεν. Εἵ τις δὲ πρὸς μνήμην τῶν λυμεώνων ἐκείνων, ἢ πρὸς ἔπαινον ἀπρονοήτως ἐξαφθῆναι τολμήσει, παραχρῆμα τῆς ἰδίας τόλμης διὰ τῆς τοῦ θεράποντος τοῦ Θεοῦ, τουτέστιν ἐμοῦ, ἐνεργείας, ἀνασταλήσεται. Ὁ Θεὸς ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί. Τότε μὲν οὖν οὗτοι καὶ καθῃρέθησαν, καὶ τῶν πόλεων ἐξηλάθησαν. Καὶ τὴν μὲν Νικομήδειαν Ἀμφίων ἐπιστεύθη, τὴν δὲ Νίκ̔??ʼιαν Χρῆστος. Ἀλλὰ πάλιν ταῖς ἐξ ἔθους χρησάμενοι μηχαναῖς, καὶ τὴν βασιλέως φιλανθρωπίαν ἐφόδιον ἐξαπάτης εὑρόντες, ἀνεπάλαισάν τε καὶ τὴν προτέραν δυναστείαν ἀπέλαβον.
Περὶ τῆς ὑπ̓ Εὐσεβίου, καὶ τῶν σὺν αὐτῷ, γεγενημένης κατὰ τοῦ ἁγίου Εὐσταθίου τοῦ τῆς Ἀντιοχείας ἐπισκόπου δολίας συσκευῆς.
Ὁ δὲ Εὐσέβιος, ὡς ἤδη ἔφην, καὶ τὴν Κωνσταντινουπόλεως ἡγεμονίαν κατέσχε τυραννικῶς. Οὕτως δὲ τῆς πλείονος ἐπιλαβόμενος δυναστείας, καὶ ἐγγὺς βασιλέως φοιτῶν, καὶ τὴν παῤῥησίαν ἐκ τῆς συχνοτέρας συνουσίας λαβὼν, τὰς κατὰ τῶν τῆς ἀληθείας προμάχων κατεσκεύασε μηχανάς. Καὶ πρῶτον ἱμείρεσθαι τῆς τῶν Ἱεροσολύμων θέας σκηψάμενος, καὶ ταύτῃ τὸν βασιλέα βουκολήσας, ὡς τὸ πολυθρύλλητον τῆς οἰκοδομίας ἔργον ὀψόμενος, μετὰ πλείστης ἐκεῖθεν ἀπῆρε τιμῆς, τοῦ βασιλέως αὐτῷ καὶ ὀχήματα καὶ τὴν ἄλλην ἀπονείμαντος θεραπείαν.
Συναπῆρε δὲ αὐτῷ καὶ Θεογόνιος ὁ Νικαίας, κοινωνὸς ὧν, ὡς καὶ πρόσθεν εἰρήκαμεν, τῶν πονηρῶν βουλευμάτων. Ἀφικόμενοι δὲ εἰς Ἀντιόχειαν, καὶ τὸ τῆς φιλίας περιθέμενοι προσωπεῖον, θεραπείας ἀπήλαυσαν ὅτι μάλιστα πλείστης. Ὁ γὰρ τῆς ἀληθείας πρόμαχος ὁ μέγας Εὐστάθιος πᾶσαν αὐτοῖς ἀδελφικὴν φιλοφροσύνην προσήνεγκεν. Ἐπειδὴ δὲ
Καὶ τὸ μὲν πρόσχημα τῆς τῶν ἄλλων ἐπιδημίας προπόμπιος ἦν τιμή: τὸ δὲ καττυόμενον, ὁ κατὰ τῆς εὐσεβείας πόλεμος. Γύναιον γὰρ ἑταιρικὸν τὴν ὥραν ἀπεμπολοῦν μισθωσάμενοι, καὶ τὴν γλῶτταν αὐτοῖς ἀποδόσθαι πείσαντες, συνῆλθον εἰς τὸ συνέδριον.
Εἶτα τοὺς ἄλλους ἅπαντας ἕξω γενέσθαι κελεύσαντες, τὸ τρισάθλιον εἰσήγαγον γύναιον. Ἡ δὲ παιδίον ὑπότιτθον ὑποδεικνῦσα, ἐκ τῆς Εὐσταθίου συνουσίας ἔλεγε τοῦτο καὶ συνειληφέναι καὶ τετοκέναι, καὶ ἀνέδην ἐβόα. Ὁ δὲ τῆς συκοφαντίας τὸ προφανὲς ἐπιστάμενος, εἴ τινα ἔχοι τούτου συνίστορα, ἄγειν εἰς μέσον ἐκέλευσεν. Ἐκείνης δὲ μηδένα σχεῖν μάρτυρα τῆς κατηγορίας λεγούσης, ὅρκον προὔτειναν οἱ δικαιότατοι δικασταί: καίτοι τοῦ νόμου διαῤῥήδην βοῶντος, ἐπὶ δύο καὶ τριῶν μαρτύρων εἷναι βέβαια τὰ λεγόμενα: καὶ ἄντικρυς τοῦ Ἀποστόλου κελεύοντος, μηδὲ κατὰ πρεσβυτέρου γινομένην γραφὴν δίχα δύο ἢ τριῶν μαρτύρων προσδέχεσθαι.
Ἀλλὰ τῶν θείων οὗτοι νόμων καταφρονήσαντες, ἀμάρτυρον κατ̓ ἀνδρὸς τοσούτου κατηγορίαν ἐδέξαντο.
Ἐπειδὴ δὲ οἷς εἷπεν ἐκείνη τὸν ὅρκον προστέθεικε βοῶσα, ἧ μὴν Εὐσταθίου τὸ βρέφος εἶναι, ὡς κατὰ μοιχοῦ λοιπὸν οἱ φιλαλήθεις τὴν ψῆφον ἐξήνεγκαν. Τῶν δὲ ἄλλων ἀρχιερέων, παρῆσαν γὰρ οὐκ ὀλίγοι, καὶ τῶν ἀποστολικῶν ὑπερμαχοῦντες δογμάτων, καὶ τὰ τυρευθέντα παντάπασιν ἀγνοοῦντες, προφανῶς ἀντιλεγόντων, καὶ τὸν μέγαν Εὐστάθιον τὴν ψῆφον ἐκείνην τὴν παράνομον δέξασθαι κωλυόντων, πρὸς τὸν βασιλέα τὴν ταχίστην οἱ τὸ δρᾶμα συντεθεικότες ἀπῆλθον, καὶ πείσαντε; αὐτὸν, ὡς ἀληθὴς ἡ γραφὴ καὶ δικαία τῆς καθαιρέσεως ἡ ψῆφος, μοιχὸν ὁμοῦ καὶ τύραννον ἐξελαθῆναι παρασκευάζουσι τὸν τῆς εὐσεβείας καὶ σωφροσύνης ἀγωνιστήν.
Καὶ ἐκεῖνος μὲν διὰ τῆς Θρᾴκης εἰς Ἰλλυρικὴν πόλιν ἀπήχθη.
Περὶ τῶν μετὰ τὴν ἔξοδον τοῦ ἁγίου Εὐσταθίου καταστάντων ἐν Ἀντιοχείᾳ ἐπισκόπων αἱρετικῶν.
Οὗτοι δὲ πρῶτον μὲν ἀντ̓ αὐτοῦ χειροτονοῦσιν Εὐλάλιον τούτου δὲ ὀλίγον ἐπιβιώσαντος χρόνον, Εὐσέβιον μεταθεῖναι τὸν Παλαιστῖνον ἠθέλησαν.
Ἐπεὶ δὲ καὶ αὐτὸς ἐξέφυγε τὴν μετάθεσιν, καὶ βασιλεὺς διεκώλυσεν, Εὐφρόνιον προεβάλοντο. Καὶ τούτου δὲ τελευτήσαντος, ἐνιαυτὸν γὰρ καὶ μῆνας
Διά τοι τοῦτο πλεῖστοι τῶν εὐσεβεῖν προαιρουμένων, καὶ τῶν ἱερωμένων, καὶ τῶν πολλῶν, τοὺς ἐκκλησιαστικοὺς καταλελοιπότες συλλόγους, πρὸς ἑαυτοὺς συνηθροίζοντο. Εὐσταθιανοὺς δὲ τούτους ὠνόμαζον ἅπαντες, ἐπειδὴ μετὰ τὴν ἔξοδον τὴν ἐκείνου συνέστησαν. Τὸ μέντοι τρισάθλιον ἐκεῖνο γύναιον νόσῳ χαλεπωτάτῃ καὶ μακροτάτῃ περιπεσὸν, ἐξέφηνε τὴν ἐπιβουλὴν, καὶ τὴν τραγῳδίαν ἐγύμνωσεν, οὐ δύο καὶ τρεῖς, ἀλλὰ παμπόλλους τῶν ἱερέων τὰ τυρευθέντα διδάξασα. Ἔφη γὰρ ἐπὶ χρήμασι τὴν σοκοφαντίαν ἐκείνην τετολμηκέναι: καὶ τὸν μέντοι ὅρκον μὴ πάμπαν εἶναι ψευδῆ: Εὐσταθίου γάρ τινος χαλκέως γεγενῆσθαι τὸ βρέφος.
Ταῦτα μὲν οὗν ἐν Ἀντιοχείᾳ παρὰ τῆς βελτίστης ἐτολμήθη συμμορίας.
Περὶ τῆς Ἰνδῶν πίστεως.
Παρὰ δὲ Ἰνδοῖς κατὰ τοῦτον ἀνέτειλε τὸν χρόνον τῆς θεογνωσίας τὸ φῶς. Τῆς γὰρ τοῦ βασιλέως ἀνδρίας καὶ εὐσεβείας πανταχοῦ θρυλλουμένης, καὶ τῶν ἐν κύκλῳ βαρβάρων τὴν εἰρήνην αἱρεῖσθαι πρὸ τοῦ πολέμου τῇ πείρᾳ μεμαθηκότων, ἀδεῶς ἀλλήλοις ἅπαντες ἐπεμίγνυντο, καὶ πολλοὶ μὲν ἱστορίας χάριν, πολλοὶ δὲ ἐμπορίας, τὰς μακρὰς ἀποδημίας ἐστέλλοντο.
Τότε τις Τύριος, τῆς θύραθεν φιλοσοφίας μετέχων, τὴν ἐσχάτην Ἰνδίαν ἱστορῆσαι ποθήσας, σὺν δύο μειρακίοις ἀδελφιδοῖς ἐξεδήμησεν. Ὥν ἐπόθησε δὲ τυχὼν, ναυτιλίᾳ χρώμενος ἐπανῄει: ὑδρείας δὲ χάριν εἴς τινα λιμένα τοῦ σκάφους προσορμισθέντος, βάρβαροι προσπεσόντες τοὺς μὲν κατεπόντισαν, τοὺς δὲ ἐξηνδραπόδισαν. Καὶ ἐκεῖνος μὲν τοῖς τεθνεῶσι συνηριθμήθη: τὰ δὲ μειράκια προσηνέχθη τῷ βασιλεῖ. Τούτων ὁ μὲν Αἰδέσιος, ὁ δὲ Φρουμέντιος ὠνομάζετο. Πεῖραν δὲ τούτων τῷ χρόνῳ λαβὼν ὁ τῆς γῆς ἐκείνης κρατῶν, καὶ ἀγχίνους ἰδὼν, τῆς οἰκίας ἐπιμελεῖσθαι προσέταξεν. Εἰ δέ τις ἀπιστεῖ τοῖς λεγομένοις, τὰ κατὰ τὸν Ἰωσὴφ καὶ τῆς Αἰγύπτου τὴν βασιλείαν σκοπησάτω: πρὸς δὲ τούτοις, καὶ τοῦ προφήτου ἀναμιμνησκέσθω Δανιὴλ, καὶ τῶν τριῶν ἐκείνων τῆς εὐσεβείας ἀγωνιστῶν. Καὶ γὰρ ἐκεῖνοι δορυάλωτοι γενόμενοι τὴν Βαβυλωνίων ἡγεμονίαν παρέλαβον. Τοῦ δὲ βασιλέως τετελευτηκότος, τῷ παιδὶ τῷ ἐκείνου συνῆσαν, πλείονος τιμῆς ἀπολαύοντες. Εὐσεβίᾳ δὲ συντεθραμμένοι, τοὺς αὐτόσε τῶν ἐμπόρων ἀφικνουμένους κατὰ τὸ Ῥωμαίων ἔθος συναγείρεσθαί τε, καὶ τὰς θείας ἐπιτελεῖν λειτουργίας προέτρεπον. Χρόνου δὲ συχνοῦ διελθόντος, προσίασι τῷ βασιλεῖ, καὶ τῆς εὐνοίας ἀπαιτοῦσι μισθὸν, τὴν εἰς τὴν ἐνεγκοῦσαν ἐπάνοδον.
Τούτου δὲ τυχόντες, εἰς τὴν Ῥωμαίων ἀφίκοντο γῆν:
Ὁ δὲ, καὶ τὴν πατρίδα καταλιπὼν, καὶ τοῦ μεγίστου πελάγους καταφρονήσας, κατέλαβε μὲν τὸ ἀγεώργητον ἔθνος: ἐγεώργησε δὲ προθύμως, συνεργὸν ἔχων τὴν θεόσδοτον χάριν: ἀποστολικαῖς γὰρ κεχρημένος θαυματουργίαις, τοὺς ἀντιλέγειν τοῖς λόγοις πειρωμένους ἐθήρευε, καὶ ἡ τερατουργία μαρτυροῦσα τοῖς λεγομένοις, παμπόλλους καθ̓ ἑκάστην ἡμέραν ἐζώγρει.
Περὶ τῆς Ἰβήρων πρὸς τὴν εὐσέβειαν ποδηγίας.
Ἰνδῶν μὲν οὖν ὁ Φρουμέντιος πρὸς θεογνωσίαν ἐγένετο ποδηγός. Ἴβηρας δὲ κατὰ τὸν αὐτὸν χρόνον γυνὴ δορυάλωτος πρὸς τὴν ἀλήθειαν ἐξενάγησεν.
Αὕτη γὰρ προσευχῇ μὲν ἐχρῆτο διηνεκεῖ: εὐνὴ δὲ ἦν αὐτῇ καὶ στρωμνὴ μαλακὴ, σάκκος ἐπὶ τοῦ δαπέδου καθηπλωμένος: τρυφὴν δὲ ἄκραν τὴν νηστείαν ἐνόμιζεν. Οὗτος ὁ πόνος τῶν ἀποστολικῶν αὐτῇ μεταδέδωκε χαρισμάτων. Ἐπειδὴ γὰρ οἱ βάρβαροι, τῆς ἰατρικῆς σπανίζοντες ἐπιστήμης, εἰώθασιν ἀῤῥωστοῦντες πρὸς ἀλλήλους φοιτᾷν, καὶ παρά τῶν ἤδη νενοσηκότων, καὶ τῆς ἀῤῥωστίας ἀπαλλαγέντων, μανθάνειν τῆς ὑγείας τὸν τρόπον, ἀφίκετό τις γυνὴ πρὸς τὴν ἀξιέπαινον ἅνθρωπον, παιδίον ἄῤῥωστον ἔχουσα, καὶ μαθεῖν τὸ πρακτέον ἀντιβολοῦσα.
Ἡ δὲ τοῦτο λαβοῦσα καὶ εἰς τὴν εὐνὴν ἀνακλίνασα, ἱκέτευε τὸν τῶν ὅλων Δημιουργὸν νεῦσαι καὶ λῦσαι τὴν νόσον. Ὁ δὲ τὴν ἱκετείαν δεξάμενος, παρέσχε τὴν ὑγείαν. Ἐντεῦθεν ἡ θαυμασία γυνὴ πολυθρύλλητος γέγονεν: οὐδὲ γὰρ τὴν τοῦ βασιλέως ὁμόζυγα τὸ γεγενημένον διέλαθε. Παραυτίκα δὲ αὐτὴν μετεπέμψατο: ὑπό τινος γὰρ καὶ αὐτὴ χαλεποῦ κατείχετο πάθους. Ἡ δὲ μετρίῳ κεχρημένη τῷ φρονήματι, τῆς βασιλίδος τὴν αἴτησιν οὐκ ἐδέξατο.
Ἀλλ̓ ὑπὸ τῆς χρείας ἐκείνη βιαζομένη, τὴν βασιλικὴν ἀξίαν εἰς νοῦν λαβεῖν οὐκ ἠθέλησεν, ἀλλ̓ αὐτὴ πρὸς τὴν δορυάλωτον ἔδραμεν. Ἡ δὲ πάλιν, ἐπὶ τῆς εὐτελοῦς εὐνῆς αὐτὴν κατακλίνασα, φάρμακον ἀλεξίκακον προσενήνοχε τῷ πάθει τὴν προσευχήν.
Ἡ δὲ βασιλὶς τῆς θεραπείας μισθὸν προσεκόμιζεν ὅν ἐνόμιζεν ἀξιόκτητον, χρυσὸν καὶ ἄργυρον, καὶ χιτῶνας, καὶ ἀμπεχόνας, καὶ ὅσα τῆς βασιλικῆς ἐστι δῶρα φιλοτιμίας. Ἡ δὲ θεία γυνὴ τούτων ἔφη μὴ δεῖσθαι: μέγαν δὲ ἡγεῖσθαι μισθὸν, τὴν τῆς εὐσεβείας ἐπίγνωσιν. Καὶ προσέφερεν ὡς ἐνῆν τὰ θεῖα
Ὀλίγου δὲ διελθόντος χρόνου, αὐτὸς μὲν εἰς θήραν ἐξῆλθεν. Ὁ δὲ φιλάνθρωπος αὐτὸν Δεσπότης κατὰ τὸν Παῦλον ἐθήρευσε. Ζόφος γὰρ αὐτῷ ἐξαπίνης προσπεσὼν, οὐκ εἵα ποῤῥωτέρω προβαίνειν. Καὶ οἱ μὲν θηρεύοντες τῆς ἀκτῖνος συνήθως ἀπήλαυον: οὗτος δὲ μόνος ἀποληφθεὶς, τοῖς τῆς ἀορασίας ἐπεδέθη δεσμοῖς. Ἐν ἀπορίᾳ δὲ ὥν, πόρον εὗρε τῆς σωτηρίας: εὐθὺς γὰρ εἰς νοῦν τὴν ἀπείθειαν λαβὼν, καὶ τὸν τῆς αἰχμαλώτου Θεὸν καλέσας ἐπίκουρον, ἀπηλλάγη τοῦ ζόφου, καὶ τὴν ἀξιάγαστον ἐκείνην καταλαβὼν δορυάλωτον, παρεκάλει δεῖξαι τῆς οἰκοδομίας τὸ σχῆμα. Ὁ δὲ τὸν Βεσελεὴλ τῆς ἀρχιτεκτονικῆς σοφίας ἐμπλήσας, καὶ ταύτην ἠξίωσε χάριτος, ὡς τὸν θεῖον διαγράψαι νεών. Καὶ ἡ μὲν διέγραφεν: οἱ δὲ ὤρυττόν τε καὶ ᾠκοδόμουν. Ἐπειδὴ δὲ ἐτελέσθη τὸ οἰκοδόμημα, καὶ ὄροφος ἐπετέθη, καὶ μόνων ἐδεῖτο τῶν ἱερέων, εὗρε καὶ τούτου πόρον ἡ θαυμασία γυνή. Ἔπεισε γὰρ τοῦ ἔθνους τὸν ἡγούμενον πρὸς τὸν Ῥωμαίων πρεσβεύσασθαι βασιλέα, καὶ αἰτήσασθαι πεμφθῆναι σφίσι διδάσκαλον εὐσεβείας.
Ὁ μὲν οὗν δεξάμενος τὴν εἰσήγησιν τοὺς πρεσβευσομένους ἐξέπεμψεν. Ὁ δὲ βασιλεὺς τῆς αἰτήσεως τὴν αἰτίαν μαθὼν, Κωνσταντῖνος δὲ ἦν, ὁ τῆς εὐσεβείας θερμότατος ἐραστὴς, φιλοφροσύνης μὲν παμπόλλης τοὺς πρέσβεις ἠξίωσεν: ἄνδρα δὲ πίστει, καὶ συνέσει, καὶ βίῳ κοσμούμενον, καὶ τῆς ἀρχιερωσύνης ἠξιωμένον, κήρυκα τῷ ἔθνει τῆς θεογνωσίας ἐξέπεμψε, μετὰ δώρων ὅτι μάλιστα πλείστων.
Ταύτης μὲν οὗν τῆς προμηθείας τοὺς ᾐτηκότας ἠξίωσε. Τῶν ἐν Περσίδι δὲ τῆς εὐσεβείας τροφίμων αὐτομάτως προὐνοήθη. Μαθὼν γὰρ αὐτοὺς ὑπὸ τῶν δυσσεβῶν ἐξελαύνεσθαι, καὶ τὸν ἐκείνων βασιλέα, τῇ πλάνῃ δεδουλωμένον, παντοδαπὰς αὐτοῖς καττύειν ἐπιβουλὰς, ἀπέστειλε, καὶ παραινῶν εὐσεβεῖν, καὶ τοὺς εὐσεβοῦντας τιμῆς ἀπολαύειν αἰτῶν. Ἄμεινον δὲ τὴν τοῦ γεγραφότος σπουδὴν ἐπιδείξει τὰ γράμματα.
Ἐπιστολὴ Κωνσταντίνου βασιλέως πρὸς Σαπώρην τὸν Περσῶν βασιλέα, περὶ τῆς τοῦ λαοῦ τοῦ Θεοῦ προνοίας.
Τὴν θείαν πίστιν φυλάσσων, τοῦ τῆς ἀληθείας φωτὸς μεταλαγχάνω: τῷ ἀληθείας φωτὶ ὁδηγούμενος, τὴν θείαν πίστιν ἐπιγινώσκω. Τοιγάρτοι τούτοις, ὡς τὰ πράγματα βεβαιοῖ, τὴν ἁγιωτάτην θρησκείαν γνωρίζω
Οὕτω καὶ βασιλείαν δικαίαν περὶ πολλοῦ ποιούμενος, ταῖς παῤ ἑαυτοῦ ἐπικουρίαις κρατύνει, σύνεσίν τε βασιλικὴν τῷ γαληναίῳ τῆς εἰρήνης διαφυλάττει.
Οὔ μοι δοκῶ πλανᾶσθαι, ἀδελφέ μου, τοῦτον εἷναι Θεὸν ὁμολογῶν, πάντων ἀρχηγὸν καὶ Πατέρα, ὅν πολλοὶ τῶν τῇδε βασιλευσάντων, μανιώδεσι πλάναις ὑπαχθέντες, ἐπεχείρησαν ἀρνήσασθαι. Ἀλλ̓ ἐκείνους ἅπαντας τοιοῦτον τιμωρὸν τέλος κατανάλωσεν, ὡς πᾶν τὸ μετ̓ ἐκείνους ἀνθρώπων γένος τὰς ἐκείνων συμφορὰς ἀντ̓ ἄλλου παραδείγματος ἐπαράτους τοῖς τὰ ὅμοια ζηλοῦσι τίθεσθαι. Τούτων
Ἀλλὰ γὰρ ἔοικεν εἰς καλὸν προκεχωρηκέναι, τὸ καὶ ἐν τῷ καθ̓ ἡμᾶς αἰῶνι τὴν τῶν τοιούτων τιμωρίαν περιφανῆ δειχθῆναι. Ἐπεῖδον γὰρ καὶ αὐτὸς ἐκείνων τὰ τέλη, τῶν ἔναγχος ἀθεμίτοις προστάγμασι τὸν τῷ Θεῷ ἀνακείμενον λαὸν ἐκταραξάντων.
Διὸ δὴ καὶ πολλὴ χάρις τῷ Θεῷ, ὅτι τελείᾳ προνοίᾳ πᾶν τὸ ἀνθρώπινον, τὸ θεραπεῦον τὸν θεῖον νόμον, ἀποδοθείσης αὐτῷ τῆς θείας εἰρήνης ἀγάλλεται καὶ γαυριᾷ. Ἐντεῦθεν καὶ ἡμῖν αὐτοῖς πεπίστευται, ὅτι κάλλιστα καὶ ἀσφαλέστατα ἔχει ἅπαντα, ὁπότε διὰ τῆς ἐκείνων καθαρᾶς τε καὶ δοκίμου θρησκείας, ἐκ τῆς περὶ τὸ Θεῖον συμφωνίας, πάντα εἰς αὐτὸν ἀγείρειν ἀξιοῖ. Τούτῳ τῷ καταλόγῳ τῶν ἀνθρώπων, λέγω δὴ τῶν Χριστιανῶν, ὑπὲρ γὰρ τούτων ὁ πᾶς μοι λόγος, πῶς οἴει με ἥδεσθαι ἀκούοντα ὅτι καὶ τῆς Περσίδος τά κράτιστα ἐπὶ πλεῖστον ὥσπερ ἐστί μοι βουλομένῳ κοσμεῖται, σοί τε οὖν ὡς ὅτι κάλλιστα, ἐκείνοις τε ὡσαύτως ὑπάρχει τὰ κάλλιστα: ὅτι ἐστί σοι κἀκείνοις.
Οὕτως γοῦν ἕξεις τὸν τῶν ὅλων Δεσπότην πρᾶον ἵλεώ τε καὶ εὐμενῆ. Τούτους τοιγαροῦν, ἐπειδὴ τοσοῦτος εἷ, σοὶ παρατίθεμαι, τοὺς αὐτοὺς τούτους, ὅτι καὶ εὐσεβείᾳ ἐπίσημος εἶ, ἐγχειρίζω. Τούτους ἀγάπα ἁρμοδίως τῆς αὐτοῦ φιλανθρωπίας. Σαυτῷ τε γὰρ καὶ ἡμῖν ἀπερίγραπτον δώσεις διὰ τῆς πίστεως τὴν χάριν. Τοσαύτην ὁ πάντα ἄριστος βασιλεὺς τῶν εὐσεβείᾳ κοσμουμένων ἐποιεῖτο φροντίδα, οὐ μόνων τῶν ὑπηκόων ἐπιμελούμενος, ἀλλὰ καὶ τῶν ὑφ̓ ἕτερα σκῆπτρα τελούντων εἰς δύναμιν προμηθούμενος. Διά τοι τοῦτο καὶ αὐτὸς τῆς θείας κηδεμονίας ἀπήλαυε, καὶ τῆς τε Εὐρώπης ἀπάσης, καὶ τῆς Λιβύης, πρὸς δὲ ταύταις καὶ τοῦ πλείστου τῆς Ἀσίας κατέχων τὰς ἡνίας, εὔνους εἶχεν τοὺς ἀρχομένους, καὶ τῷ χαλινῷ μεθ̓ ἡδονῆς πειθομένους. Καὶ μὲν δὴ καὶ τῶν βαρβάρων, οἱ μὲν ἑκόντες ἐδούλευον, οἰ δὲ πολέμῳ κρατούμενοι. Καὶ πανταχοῦ τρόπαια ἵστατο, καὶ νικηφόρος ὁ βασιλεὺς ἀνεδείκνυτο. Ἀλλὰ ταῦτα μὲν καὶ ἕτεροι διὰ πλειόνων εὐφήμησαν: ἡμεῖς δὲ τῆς προκειμένης ἱστορίας ἐχώμεθα. Ὁ μὲν οὖν πανεύφημος βασιλεὺς τὰς
Περὶ τῆς κατὰ τοῦ θείου Ἀθανασίου τυρευθείσης ἐπιβουλῆς.
Ἀλεξάνδρου τοῦ θαυμασίου ἐπισκόπου, ὃς τὴν Ἀρείου κατηγωνίσατο βλασφημίαν, τοῦ βίου τὸ τέρμα κατειληφότος μετὰ μῆνας πέντε τῆς ἐν Νικαίᾳ συνόδου, τὴν τῆς Ἀλεξανδρέων Ἐκκλησίας Ἀθανάσιος διεδέξατο προεδρίαν, ἀνὴρ παιδόθεν μὲν τοῖς θείοις μαθήμασι παιδευθεὶς, ἐν ἑκάστῃ δὲ τάξει τῶν ἐκκλησιαστικῶν χορῶν γενόμενος ἀξιάγαστος.
Οὗτος ἐν τῇ μεγάλῃ συνόδῳ τοὺς ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων ἀγῶνας ἀναδεξάμενος, παρὰ μὲν τῶν τῆς ἀληθείας εὐφημεῖτο προμάχων, τῶν δέ τε ἀντιπάλων, ὡς ἀνταγωνιστὴς, ἐχθρὸς ἐγένετο καὶ πολέμιος. Συνῆν δὲ Ἀλεξάνδρῳ τῷ πανευφήμῳ, νέος μὲν ὣν τὴν ἡλικίαν, τοῦ χοροῦ δὲ τῶν διακόνων ἡγούμενος. Ταύτην αὐτοῦ τὴν ὑπὲρ τῆς ἀληθείας προθυμίαν τῇ πείρᾳ μεμαθηκότες οἱ τῷ μονογενεῖ Θεῷ πολεμεῖν ἐγνωκότες, καὶ γνόντες τῆς Ἀλεξανδρέων Ἐκκλησίας ἐγχειρισθέντα τοὺς οἴακας, κατάλυσιν τῆς σφετέρας δυνάμεως ὑπέλαβον τὴν ἐκείνου ἡγεμονίαν. Τούτου δὲ ἕνεκα τοιόνδε τι μηχανῶνται.
Ἐπεὶ Μελέτιος ἐκεῖνος, ὃν ἡ ἐκ Νικαίᾳ σύνοδος ἀπεκήρυξεν, ἐπέμενε κυκῶν καὶ ταράττων τήν τε Θηβαΐδα καὶ τὴν ταύτῃ πελάζουσαν Αἴγυπτον, τῶν τούτου στασιωτῶν τινας μισθωσάμενοι, ἵν̓ ᾖ ἀνύποπτον τῆς κατηγορίας τὸ σχῆμα, πείθουσι πρὸς βασιλέα δραμεῖν, καὶ συκοφαντίας ὑφᾶναι, ὡς Ἀθανάσιος τελωνεῖ μὲν τὴν Αἴγυπτον, τὸ δὲ συναθροιζόμενον χρυσίον ἀνδρί τινι τυραννίδα κατασκευάζοντι χορηγεῖ. Καὶ τὰς βασιλέως ἐξαπατήσαντες ἀκοὰς, εἰς τὴν Κωνσταντινούπολιν τὸν Ἀθανάσιον ἤγαγον. Ὁ δὲ ἀφικόμενος, διήλεγξε τῶν κατηγόρων τὸ ψεῦδος, καὶ τὴν θεόθεν ἐγχειρισθεῖσαν ἀπέλαβεν Ἐκκλησίαν. Δηλοῖ δὲ ταῦτα καὶ ʽ??ʼ ὁ βασιλεὺς πρὸς τὴν Ἀλεξανδρέων ἔγραψεν Ἐκκλησίαν, ὦν τὸ τελευταῖον μέρος ἐνθήσω τῇ συγγραφῇ.
Μέρος ἐπιστολῆς Κωνσταντίνου τοῦ βασιλέως πρὸς Ἀλεξανδρέας.
Οὐδὲν ἴσχυσαν οἱ πονηροὶ, κατὰ τοῦ ἐπισκόπου ὑμῶν, ἐμοὶ πιστεύσατε, ἀδελφοὶ, οὐδὲν ἕτερον ἐσπουδάκασιν, ἢ ἵνα κατατρίψαντες τοὺς ἡμετέρους χρόνους,
Ἐγὼ γὰρ τὸν ὑμέτερον ἐπίσκοπον Ἀθανάσιον ἀσμένως προσηκάμην, οὕτω τε προσεφθεγξάμην, ὡς ἅνθρωπον αὐτὸν εἶναι Θεοῦ πεπεισμένος.