Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Οἱ μὲν οὖν κατὰ τὴν Ῥώμην ἦσαν ἐν εὐφροσύνῃ πολλῇ, τῶν τε ἄλλων ἀρχόντων οἰκονομῆσαι καλῶς ἐπισταμένων τετυχηκότες καὶ ἐπὶ τῇ τοῦ Τερτύλλου ὑπάτῳ τιμῇ σφόδρα εὐφραινόμενοι. μόνον δὲ τὸν τῶν λεγομένων Ἀνικίων οἶκον ἐλύπει τὰ κοινῇ δοκοῦντα πᾶσι λυσιτελεῖν, ἐπειδὴ μόνοι τὸν πάντων ὡς εἰπεῖν ἔχοντες πλοῦτον ἐπὶ ταῖς κοιναῖς ἐδυσχέραινον εὐπραγίαις.

Ἀλλαρίχου δὲ συμβουλεύσαντος ὀρθῶς Ἀττάλῳ πέμψαι μετρίαν δύναμιν ἐπὶ Λιβύην καὶ Καρχηδόνα, διὰ ταύτης τε παραλῦσαι τῆς ἀρχῆς Ἡρακλειανόν, ὡς ἂν μὴ καὶ ἐξ αὐτοῦ τὰ Ὁνωρίου φρονοῦντος κώλυμά τι τοῖς ἐγχειρουμένοις συμβαίη, ταῖς τοιαύταις παραινέσεσιν Ἄτταλος οὐκ ἐτίθετο, ταῖς δὲ ἐπὶ τοῖς μάντεσιν ἐλπίσιν ἑαυτὸν ἐκδούς, καὶ ἀμαχητὶ περιποιήσασθαι Καρχηδόνα καὶ τὰ περὶ Λιβύην ἅπαντα πεπεισμένος,

Δρούμαν μὲν οὐκ ἐκπέμπει μεθ̓ ἧς εἶχε βαρβάρων δυνάμεως ῥᾷστα δυνησόμενον Ἡρακλειανὸν τῆς ἀρχῆς ἐκβαλεῖν, ἐν δευτέρῳ δὲ τὴν Ἀλλαρίχου βουλὴν ποιησάμενος Κώνσταντι παραδίδωσι τῶν ἐν τῇ Λιβύῃ στρατιωτῶν τὴν ἡγεμονίαν, οὐδεμίαν αὐτῷ δύναμιν ἀξιόμαχον συνεκπέμψας. ἀλλὰ τῶν ἐν τῇ Λιβύῃ ἐν ἀδήλῳ κειμένων, ἐπιστρατεύει τῷ

289
βασιλεῖ κατὰ τὴν Ῥάβενναν ὄντι.