Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ἐντεῦθεν Ἀλλάριχος εἰς τὴν Ἀττάλου καθαίρεσιν εἶδεν, Ἰοβίου πρὸ πολλοῦ ταῖς συνεχέσι διαβολαῖς ἑτοιμότερον εἰς τοῦτο κατασκευάσαντος. καὶ τὸ βούλευμα εἰς

293
ἔργον ἄγων, πρὸ τῆς Ἀριμήνου, καθ̓ ἣν τότε διέτριβεν, ἐξαγαγὼν τὸν Ἄτταλον, περιελὼν τὸ διάδημα καὶ τῆς ἁλουργίδος ἐκδύσας ταῦτα μὲν ἔπεμψεν Ὁνωρίῳ τῷ βασιλεῖ, τὸν δὲ Ἄτταλον ταῖς πάντων ὄψεσιν ἰδιώτην ἀπέδειξε,

κατασχὼν παῤ ἑαυτῷ μετὰ τοῦ παιδὸς Ἀμπελίου, μέχρις ἂν πρὸς Ὁνώριον εἰρήνης γενομένης ἀσφάλειαν αὐτοῖς τοῦ βίου περιποιήσειεν. ἔμεινε δὲ καὶ ἡ τοῦ βασιλέως ἀδελφὴ Πλακιδία παῤ αὐτῷ, ὁμήρου μὲν τρόπον τινὰ τάξιν ἐπέχουσα, πάσης δὲ ἀπολαύουσα τιμῆς καὶ βασιλικῆς θεραπείας.