Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ἐπεὶ δὲ καὶ τῷ βασιλεῖ τὴν εἰρήνην ἐπὶ τούτοις ἐδόκει γενέσθαι, τὰ μὲν χρήματα τοῖς βαρβάροις ἐδόθη, τριῶν δὲ ἀγορὰν ἡμερῶν τοῖς ἀπὸ τῆς πόλεως Ἀλλάριχος ἀνῆκεν, ἄδειαν ἐξόδου διά τινων πυλῶν αὐτοῖς δεδωκώς, ἐπιτρέψας δὲ καὶ τὸν ἐκ τοῦ λιμένος ἀνάγεσθαι σῖτον. ἀναπνευσάντων δὲ τῶν πολιτῶν, ἀποδομένων τε ὅσα ἦν αὐτοῖς περιττά, καὶ τὰ ἐνδέοντα πριαμένων ἢ ἐξ ἀμοιβῆς ἄλλων πραγμάτων πορισαμένων, ἀνεχώρουν τῆς Ῥώμης οἱ βάρβαροι, καὶ τὰς σκηνὰς ἔν τισι περὶ τὴν Τουσκίαν ἐπήγνυντο τόποις.

καὶ οἱ μὲν οἰκέται σχεδὸν ἅπαντες, οἳ κατὰ τὴν Ῥώμην ἦσαν, ἑκάστης ὡς εἰπεῖν ἡμέρας ἀναχωροῦντες τῆς πόλεως ἀνεμίγνυντο τοῖς βαρβάροις, εἰς τεσσάρων που μυριάδων πλῆθος συνειλεγμένοις: ἀλώμενοι δέ τινες τῶν βαρβάρων τοῖς ἐπὶ τὸν λιμένα κατιοῦσι καὶ ἀνακομίζουσί τι τῶν ἐπιτηδείων ἐπῄεσαν, ὅπερ μαθὼν Ἀλλάριχος ὡς μὴ κατὰ γνώμην αὐτοῦ γινόμενον ἐκκόπτειν ἐσπούδαζε. δοκούσης δὲ εἶναι τῶν κακῶν μετρίας ἀνακωχῆς, ἐν μὲν τῇ Ῥαβέννῃ πρόεισιν ὁ βασιλεὺς Ὁνώριος ὕπατος, ὀκτάκις ἤδη τῆς τιμῆς ταύτης τυχών, κατὰ δὲ τὴν ἑῴαν Θεοδόσιος τὸ τρίτον ὁ βασιλεύς.