Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Τὰ μὲν οὖν χρήματα τοῦτον συνεκομίσθη τὸν τρόπον, ἐδόκει δὲ πρὸς τὸν βασιλέα πρεσβείαν σταλῆναι κοινωσομένην αὐτῷ περὶ τῆς ἐσομένης εἰρήνης, καὶ ὡς οὐ τὰ χρήματα μόνον Ἀλλάριχος ἀλλὰ καὶ παῖδας τῶν εὖ γεγονότων ὁμήρους ἐθέλοι λαβεῖν ἐφ̓ ᾧ δὴ μὴ μόνον εἰρήνην ἀλλὰ καὶ ὁμαιχμίαν

272
πρὸς τὸν βασιλέα ποιήσασθαι, χωρήσειν τε ὁμόσε Ῥωμαίοις κατὰ παντὸς ἐναντία τούτοις φρονεῖν βουλομένου.

ἐπεὶ δὲ καὶ τῷ βασιλεῖ τὴν εἰρήνην ἐπὶ τούτοις ἐδόκει γενέσθαι, τὰ μὲν χρήματα τοῖς βαρβάροις ἐδόθη, τριῶν δὲ ἀγορὰν ἡμερῶν τοῖς ἀπὸ τῆς πόλεως Ἀλλάριχος ἀνῆκεν, ἄδειαν ἐξόδου διά τινων πυλῶν αὐτοῖς δεδωκώς, ἐπιτρέψας δὲ καὶ τὸν ἐκ τοῦ λιμένος ἀνάγεσθαι σῖτον. ἀναπνευσάντων δὲ τῶν πολιτῶν, ἀποδομένων τε ὅσα ἦν αὐτοῖς περιττά, καὶ τὰ ἐνδέοντα πριαμένων ἢ ἐξ ἀμοιβῆς ἄλλων πραγμάτων πορισαμένων, ἀνεχώρουν τῆς Ῥώμης οἱ βάρβαροι, καὶ τὰς σκηνὰς ἔν τισι περὶ τὴν Τουσκίαν ἐπήγνυντο τόποις.

καὶ οἱ μὲν οἰκέται σχεδὸν ἅπαντες, οἳ κατὰ τὴν Ῥώμην ἦσαν, ἑκάστης ὡς εἰπεῖν ἡμέρας ἀναχωροῦντες τῆς πόλεως ἀνεμίγνυντο τοῖς βαρβάροις, εἰς τεσσάρων που μυριάδων πλῆθος συνειλεγμένοις: ἀλώμενοι δέ τινες τῶν βαρβάρων τοῖς ἐπὶ τὸν λιμένα κατιοῦσι καὶ ἀνακομίζουσί τι τῶν ἐπιτηδείων ἐπῄεσαν, ὅπερ μαθὼν Ἀλλάριχος ὡς μὴ κατὰ γνώμην αὐτοῦ γινόμενον ἐκκόπτειν ἐσπούδαζε. δοκούσης δὲ εἶναι τῶν κακῶν μετρίας ἀνακωχῆς, ἐν μὲν τῇ Ῥαβέννῃ πρόεισιν ὁ βασιλεὺς Ὁνώριος ὕπατος, ὀκτάκις ἤδη τῆς τιμῆς ταύτης τυχών, κατὰ δὲ τὴν ἑῴαν Θεοδόσιος τὸ τρίτον ὁ βασιλεύς.

Ἐπὶ τούτῳ τε Κωνσταντῖνος ὁ τύραννος εὐνούχους πρὸς Ὁνώριον ἔστελλε, συγγνώμην αἰτῶν ἕνεκα τοῦ τὴν βασιλείαν ἀνασχέσθαι λαβεῖν: μηδὲ γὰρ ἐκ προαιρέσεως ἑλέσθαι ταύτην, ἀλλὰ ἀνάγκης αὐτῷ παρὰ τῶν στρατιωτῶν ἐπαχθείσης.

ταύτης ἀκηκοὼς ὁ βασιλεὺς τῆς αἰτήσεως, θεωρῶν τε ὡς οὐ ῥᾴδιον αὐτῷ τῶν σὺν Ἀλλαρίχῳ βαρβάρων οὐ πόρρω ὄντων περὶ πολέμων ἑτέρων διανοεῖσθαι, καὶ προσέτι γε λόγον ποιούμενος συγγενῶν οἰκείων παρὰ τοῦ τυράννου κατεχομένων

273
ʽοὗτοι δὲ ἦσαν Βερηνιανὸς καὶ Δίδυμοσ̓, ἐνδίδωσι ταῖς αἰτήσεσιν, ἐκπέμπει δὲ αὐτῷ καὶ βασιλικὴν ἐσθῆτα. τῶν μὲν οὖν συγγενῶν ἕνεκα ματαίαν εἶχε φροντίδα, πρὸ ταύτης τῆς πρεσβείας ἀποσφαγέντων, τοὺς δὲ εὐνούχους ἐπὶ τούτοις ἀπέπεμπεν.

Οὔπω δὲ τῆς πρὸς Ἀλλάριχον βεβαιωθείσης εἰρήνης οἷα τοῦ βασιλέως οὔτε τοὺς ὁμήρους παραδόντος οὔτε τὰ αἰτούμενα πάντα πληρώσαντος, ἐπέμποντο παρὰ τῆς γερουσίας εἰς τὴν Ῥάβενναν πρέσβεις Καικιλιανὸς καὶ Ἄτταλος καὶ Μαξιμιανός, οἳ πάντα ἀποδυρόμενοι τὰ συμβάντα τῇ Ῥώμῃ καὶ τὸ πλῆθος τῶν ἀπολωλότων ἐκτραγῳδήσαντες ἤνυσαν πλέον οὐδέν, Ὀλυμπίου συνταράττοντος πάντα καὶ τοῖς καλῶς ἔχειν δοκοῦσιν ἐμποδὼν γινομένου.

ταύτῃ τοι τοὺς πρέσβεις ἐάσας ἀπράκτους ἐφ̓ οἷς ἐληλύθασι, παραλύσας Θεόδωρον τῆς τῶν ὑπάρχων ἀρχῆς Καικιλιανῷ ταύτην παρέδωκεν, Ἄτταλον δὲ προεστάναι τῶν θησαυρῶν ἔταξεν. ἔργον δὲ οὐδὲν ἕτερον ἔχοντος Ὀλυμπίου ἢ τὸ πανταχόθεν τοὺς Στελίχωνι συνεπίστασθαί τι λεγομένους ἰχνεύειν, ἤχθησαν εἰς κρίσιν ἐπὶ τῇ τοιαύτῃ συκοφαντίᾳ Μαρκελλιανὸς καὶ Σαλώνιος, ὄντες ἀδελφοὶ καὶ ἐν τῷ τάγματι τῶν βασιλικῶν ὑπογραφέων ἀναφερόμενοι: καὶ τούτους γὰρ Ὀλύμπιος τῷ τῆς αὐλῆς παρέδωκεν ὑπάρχῳ, καὶ αἰκισμοῦ παντὸς εἴδει τὸ σῶμα ξανθέντες τῶν Ὀλυμπίῳ σπουδαζομένων εἶπον οὐδέν.

274