Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἐπὶ τούτοις ἀπορουμένου Στελίχωνος, οἱ σὺν αὐτῷ βάρβαροι τὰ πρότερον αὐτοῖς ἐσκεμμένα κρατεῖν ἐθέλοντες ἀφέλκειν μὲν αὐτὸν ὧν μετὰ ταῦτα ἔκρινεν ἐπεχείρουν: ὡς δὲ οὐκ ἔπειθον, οἱ μὲν ἄλλοι πάντες ἔν τισι χωρίοις ἔκριναν ἐπιμεῖναι, μέχρις ἂν ἣν εἶχεν ὁ βασιλεὺς περὶ Στελίχωνος γνώμην σαφέστερον ἐπιδείξειε, Σάρος δὲ καὶ σώματος ῥώμῃ καὶ ἀξιώσει τῶν ἄλλων συμμάχων προέχων, μετὰ τῶν ὑπ̓ αὐτὸν τεταγμένων βαρβάρων ἀνελὼν καθεύδοντας ἅπαντας οἳ Στελίχωνι προσεδρεύοντες ἔτυχον Οὖννοι, καὶ τῆς ἑπομένης αὐτῷ πάσης ἀποσκευῆς γενόμενος ἐγκρατὴς ἐπὶ τὴν τούτου σκηνὴν ἐχώρει, καθ̓ ἣν διατρίβων ἀπεσκόπει τὰ συμβησόμενα.

Στελίχων μὲν οὖν καὶ τῶν σὺν αὐτῷ βαρβάρων διαστάντων ἐπὶ τὴν Ῥάβενναν ἀπιὼν παρεγγυᾷ ταῖς πόλεσιν, ἐν αἷς βαρβάρων ἔτυχον οὖσαι γυναῖκες καὶ παῖδες, μηδένα δέχεσθαι βαρβάρων αὐταῖς προσιόντα: τῆς δὲ τοῦ βασιλέως γνώμης ἤδη κύριος Ὀλύμπιος γεγονὼς τοῖς ἐν τῇ Ῥαβέννῃ στρατιώταις ἔστελλε βασιλικὰ γράμματα κελεύοντα συλληφθέντα Στελίχωνα τέως ἐν ἀδέσμῳ παῤ αὐτῶν ἔχεσθαι φυλακῇ.

τοῦτο μαθὼν ὁ Στελίχων ἐκκλησίαν τινὰ τῶν Χριστιανῶν πλησίον οὖσαν νυκτὸς οὔσης ἔτι κατέλαβεν. ὅπερ οἱ συνόντες αὐτῷ βάρβαροι καὶ ἄλλως οἰκεῖοι τεθεαμένοι,

μετὰ οἰκετῶν ὡπλισμένοι τὸ ἐσόμενον ἀπεσκόπουν. ἐπεὶ δὲ ἡμέρα ἦν ἤδη, παρελθόντες εἰς τὴν ἐκκλησίαν οἱ στρατιῶται, καὶ ὅρκοις πιστωσάμενοι τοῦ ἐπισκόπου παρόντος ὡς οὐκ ἀνελεῖν αὐτὸν ἀλλὰ φυλάξαι μόνον παρὰ βασιλέως ἐτάχθησαν, ἐπειδὴ τῆς ἐκκλησίας ὑπεξελθὼν ὑπὸ τὴν τῶν στρατιωτῶν ἦν φυλακήν, ἀπεδίδοτο δεύτερα γράμματα παρὰ τοῦ κεκομικότος τὰ πρότερα, θανάτου τιμώμενα τὰ κατὰ τῆς πολιτείας ἡμαρτημένα Στελίχωνι.

Εὐχερίου δὲ τοῦ τούτου παιδὸς ἐν τῷ ταῦτα γενέσθαι πεφευγότος καὶ εἰς τὴν Ῥώμην ἀναχωρήσαντος, ἤγετο Στελίχων ἐπὶ τὸν θάνατον. τῶν δὲ

261
περὶ αὐτὸν βαρβάρων καὶ οἰκετῶν καὶ ἄλλως οἰκείων ʽἦσαν γὰρ πλῆθος οὐ μέτριον̓ ἀφελέσθαι τῆς σφαγῆς αὐτὸν ὁρμησάντων, σὺν ἀπειλῇ πάσῃ καὶ φόβῳ ταύτης αὐτοὺς Στελίχων ἀποστήσας τῆς ἐγχειρήσεως τρόπον τινὰ τὸν τράχηλον αὐτὸς ὑπέσχε τῷ ξίφει, πάντων ὡς εἰπεῖν τῶν ἐν ἐκείνῳ δυναστευσάντων τῷ χρόνῳ γεγονὼς μετριώτερος.

Θεοδοσίου γὰρ τοῦ πρεσβυτέρου συνοικῶν ἀδελφιδῇ καὶ ἀμφοῖν αὐτοῦ τοῖν παίδοιν τὰς βασιλείας ἐπιτραπείς, τρεῖς δὲ πρὸς τοῖς εἴκοσιν ἐνιαυτοὺς ἐστρατηγηκὼς οὐκ ἐφάνη ποτὲ στρατιώταις ἐπὶ χρήμασιν ἄρχοντας ἐπιστήσας ἢ στρατιωτικὴν σίτησιν εἰς οἰκεῖον παρελόμενος κέρδος.

πατὴρ δὲ παιδὸς ἑνὸς γεγονὼς ἔστησεν αὐτῷ τὴν ἀξίαν ἄχρι τοῦ λεγομένου νοταρίου τριβούνου, μηδεμίαν αὐτῷ περιποιήσας ἀρχήν. ὥστε δὲ μηδὲ τὸν χρόνον ἀγνοῆσαι τοὺς φιλομαθοῦντας τῆς αὐτοῦ τελευτῆς, Βάσσου μὲν ἦν ὑπατεία καὶ Φιλίππου, καθ̓ ἣν καὶ Ἀρκάδιος ὀ βασιλεὺς ἔτυχε τῆς εἱμαρμένης, τῇ πρὸ δέκα καλανδῶν Σεπτεμβρίων ἡμέρᾳ.