Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἐπὶ τούτοις ἀπορουμένου Στελίχωνος, οἱ σὺν αὐτῷ βάρβαροι τὰ πρότερον αὐτοῖς ἐσκεμμένα κρατεῖν ἐθέλοντες ἀφέλκειν μὲν αὐτὸν ὧν μετὰ ταῦτα ἔκρινεν ἐπεχείρουν: ὡς δὲ οὐκ ἔπειθον, οἱ μὲν ἄλλοι πάντες ἔν τισι χωρίοις ἔκριναν ἐπιμεῖναι, μέχρις ἂν ἣν εἶχεν ὁ βασιλεὺς περὶ Στελίχωνος γνώμην σαφέστερον ἐπιδείξειε, Σάρος δὲ καὶ σώματος ῥώμῃ καὶ ἀξιώσει τῶν ἄλλων συμμάχων προέχων, μετὰ τῶν ὑπ̓ αὐτὸν τεταγμένων βαρβάρων ἀνελὼν καθεύδοντας ἅπαντας οἳ Στελίχωνι προσεδρεύοντες ἔτυχον Οὖννοι, καὶ τῆς ἑπομένης αὐτῷ πάσης ἀποσκευῆς γενόμενος ἐγκρατὴς ἐπὶ τὴν τούτου σκηνὴν ἐχώρει, καθ̓ ἣν διατρίβων ἀπεσκόπει τὰ συμβησόμενα.

Στελίχων μὲν οὖν καὶ τῶν σὺν αὐτῷ βαρβάρων διαστάντων ἐπὶ τὴν Ῥάβενναν ἀπιὼν παρεγγυᾷ ταῖς πόλεσιν, ἐν αἷς βαρβάρων ἔτυχον οὖσαι γυναῖκες καὶ παῖδες, μηδένα δέχεσθαι βαρβάρων αὐταῖς προσιόντα: τῆς δὲ τοῦ βασιλέως γνώμης ἤδη κύριος Ὀλύμπιος γεγονὼς τοῖς ἐν τῇ Ῥαβέννῃ στρατιώταις ἔστελλε βασιλικὰ γράμματα κελεύοντα συλληφθέντα Στελίχωνα τέως ἐν ἀδέσμῳ παῤ αὐτῶν ἔχεσθαι φυλακῇ.