Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

θεασάμενοι δὲ τὸν στρατηγὸν οἱ τῶν ἄλλων νεῶν ἐπιβάται καὶ μιμησάμενοι τοὺς μὲν κατεκέντησαν, τοὺς δὲ τῶν ξύλων ἐκπεσόντας εἶχεν ἡ θάλασσα, μηδενὸς ὡς εἰπεῖν διαφυγεῖν τὸν θάνατον δυνηθέντος. ἐπὶ τούτῳ βαρυνόμενος ὁ Γαΐνης τῷ ἐλαττώματι καὶ ἀπορῶν ἐπὶ τοσούτων συμμάχων ἀποβολῇ, ὀλίγον ἀναχωρήσας τῶν ἐν Χερρονήσῳ τόπων ἐπὶ τὴν ἔξω Θρᾴκην ἀπέτρεχε. Φράουιττος δὲ διώκειν τέως οὐκ ἔγνω φεύγοντα τὸν Γαΐνην, ἀλλὰ κατὰ χώραν τὴν

242
δύναμιν ἀνελάμβανε, τῷ δεδομένῳ παρὰ τῆς τύχης ἀρκούμενος προτερήματι.

πάντων δὲ ὡς εἰπεῖν αἰτίας ἐπιφερόντων Φραουίττῳ, ὅτι διῶξαι φεύγοντα Γαΐνην οὐκ ἠθέλησεν, φεισαμένῳ δὲ ὡς ὁμοφύλων αὐτοῦ τε Γαΐνου καὶ τῶν ἅμα τούτῳ διαφυγόντων, οὐδὲν τοιοῦτον ἑαυτῷ συνεπιστάμενος ἐπανῄει πρὸς βασιλέα, μέγα φρονῶν ἐπὶ τῇ νίκῃ καὶ μετὰ παρρησίας τοῖς παῤ αὐτοῦ τιμωμένοις θεοῖς ταύτην ἀνατιθείς: οὐδὲ γὰρ ᾐσχύνετο καὶ αὐτοῦ τοῦ βασιλέως ἀκούοντος ὁμολογεῖν ὅτι σέβοιτο καὶ τιμῴη θεοὺς κατὰ τὰ πάτρια καὶ οὐκ ἀνέξεται κατὰ τοῦτο τοῖς ἀπὸ τοῦ πλήθους ἀκολουθῆσαι.

Φράουιττον μὲν οὖν ἀποδεξάμενος ὁ βασιλεὺς ὕπατον εἶναι κατέστησε: Γαΐνης δὲ τὸ πολὺ τῆς δυνάμεως μέρος ἀποβαλὼν ᾗπερ εἴρηται, μετὰ τῶν λειπομένων ἐπὶ τὸν Ἴστρον ἀπέτρεχε, πεπορθημένην δὴ τὴν Θρᾴκην ἐκ τῶν προλαβουσῶν ἐφόδων εὑρών, τὰ δὲ ἐν ποσὶ λῃζόμενος. δεδιὼς δὲ μή ποτε στρατόπεδον ἕτερον Ῥωμαϊκὸν ἐπακολουθῆσαν ἐπίθοιτο τοῖς σὺν αὐτῷ βαρβάροις οὐ πολλοῖς οὖσιν, οὐκ ἔξω δὲ ὑποψίας ἔχων τοὺς ἑπομένους αὐτῷ Ῥωμαίους, ἐκείνους μὲν οὐ προϊδομένους τὸ βούλευμα πάντας ἀπέκτεινεν, ἅμα δὲ τοῖς βαρβάροις ἐπεραιώθη τὸν Ἴστρον, εἰς τὰ οἰκεῖα ἐπανελθεῖν διανοούμενος, αὐτόθι δὲ τοῦ λοιποῦ βιοτεύειν.