Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Τῆς δὲ βασιλείας ἑκατέρωθεν οὔσης ἐν τούτοις, ἅπαντες μὲν οἱ τὴν γερουσίαν πληροῦντες ἐπὶ τῇ τῶν πραγμάτων ἐδυσχέραινον κακουχίᾳ, οὐχ ἥκιστα δὲ Γαΐνης, οὔτε τῆς πρεπούσης στρατηγῷ τιμῆς ἀξιούμενος, οὔτε δωρεαῖς ἀπληστίαν ἐμπλῆσαι βαρβαρικὴν δυνάμενος. ἀπέκναιε δὲ πλέον αὐτὸν εἰς τὴν Εὐτροπίου χρήματα πάντα οἰκίαν εἰσρέοντα.

230

ἐπὶ τούτοις ἀχθόμενος κοινωνὸν ποιεῖται Τριβίγιλδον τῆς σκέψεως. ἦν δὲ οὗτος ἀνὴρ φιλοκίνδυνος καὶ πρὸς πᾶσαν ἀπόνοιαν ἑτοιμότατος, ἦρχε δὲ οὐ Ῥωμαϊκῶν ἰλῶν ἀλλὰ βαρβάρων ἐνιδρυμένων τῇ Φρυγίᾳ, παρὰ βασιλέως τὴν τούτων λαβὼν ἐπιμέλειαν.

οὗτος ἐπὶ τὴν Φρυγίαν ἐθέλειν ἐκδημῆσαι ποιούμενος, ὅπως ἂν ἐπισκέψαιτο τοὺς ὑπ̓ αὐτῷ τεταγμένους βαρβάρους, ἐπὶ τούτῳ τε τῆς Κωνσταντινουπόλεως ἐξορμήσας ἐχώρει. παραλαβὼν δὲ τοὺς βαρβάρους ὧν τὴν ἡγεμονίαν εἶχεν, ἅπαντα ἐπῄει τὰ ἐν μέσῳ, φόνου μὲν ἀνδρῶν ἢ γυναικῶν ἢ παιδαρίων οὐκ ἀπεχόμενος, τὰ δὲ ἐν ποσὶ λῃζόμενος:

ἐν ὀλίγῳ χρόνῳ τοσοῦτο πλῆθος συνήγαγεν οἰκετῶν καὶ ἄλλως ἀπερριμμένων ἀνθρώπων ὥστε εἰς ἔσχατον κίνδυνον τὴν Ἀσίαν ἅπασαν ἀπαγαγεῖν. ἥ τε γὰρ Λυδία πάσης ἐπέπληστο ταραχῆς, πάντων ὡς εἰπεῖν ἐπὶ τὰ θαλάσσια φυγόντων καὶ ἅμα τοῖς σφετέροις ἅπασιν ἐπὶ τὰς νήσους ἢ ἄλλοθί ποι διαπλεόντων: καὶ ἡ πάραλος δὲ Ἀσία τὸν κίνδυνον ὅσον οὐδέπω θεωρήσειν ἐπιστησόμενον αὐτῇ προσεδόκα.