Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

τοσοῦτον δὲ ἴσχυσεν ὁ Μάξιμος τὸν Δομνῖνον παραγαγεῖν ὥστε καὶ μέρος ἧς εἶχε στρατιᾶς συμπαραπέμψαι, συνοῖσον εἰς ἐπικουρίαν τῷ βασιλεῖ κατὰ τῶν

200
ἐπικειμένων τοῖς ὑπ̓ αὐτὸν Παίοσι βαρβάρων. ἐπὶ τούτοις ἀναχωρήσαντος τοῦ Δομνίνου, καὶ ὡρᾳζομένου τῷ πλήθει καὶ μεγέθει τῶν δωρεῶν καὶ τῇ τῶν δεδομένων αὐτῷ συμμάχων δορυφορίᾳ, τὴν ἀπὸ τῶν Ἄλπεων φέρουσαν ἐπὶ τὴν Ἰταλίαν ὁδὸν ἔλαθε τῷ Μαξίμῳ ῥᾴονα καταστήσας.

ὅπερ ὁ Μάξιμος προϊδόμενος, καὶ ἐπὶ τούτῳ πάντα κατασκευάσας, ἐπηκολούθησε πανστρατιᾷ, μεθ̓ ἡσυχίας προπέμψας κατὰ τὴν ὁδὸν φύλακας, οἳ πᾶσαν ἐποιοῦντο φροντίδα τοῦ μηδένα παραδραμόντα τὴν ἐπὶ τὴν Ἰταλίαν Μαξίμου διάβασιν τοῖς ἀμφὶ Δομνῖνον ἀγγεῖλαι. καὶ ἦν ἡ τοιαύτη φυλακὴ λίαν εὔκολος: οὐδὲ γὰρ ἦν οἷόν τε λαθεῖν τοὺς διὰ τοῦ στενωτάτου τῶν Ἄλπεων ἰόντας.

ὅτε τοίνυν ἔγνω τοὺς ἀμφὶ τὸν Δομνῖνον τὰ στενώτατα τῶν Ἄλπεων καὶ τὰ τῶν ὀρῶν ἄβατα διελθόντας, ἤδη δὲ καὶ τὰ μετὰ τὰς Ἄλπεις, ὅσα ἦν ἑλώδη καὶ δυσχέρειαν ἐμποιοῦντα στρατοπέδῳ πολέμιον στῖφος ἐναντιωσόμενον ἐν δυσχωρίαις εὑρήσειν ἐλπίζοντι, τότε δὴ σὺν παντὶ τάχει τὴν Ἰταλίαν, οὐδενὸς ἐμποδὼν ὄντος, καταλαβὼν τῇ Ἀκυληίᾳ προσάγει.