Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ἐπειδὴ γὰρ ὡς ἔτυχε, καὶ περὶ τοὺς ἀναξίους, τὰ δημόσια δαπανῶν πλειόνων εἰκότως ἐδεῖτο χρημάτων, καὶ τὰς τῶν ἐπαρχιῶν ἡγεμονίας ὠνίους προυτίθει τοῖς προσιοῦσι, δόξῃ μὲν ἢ βίῳ σπουδαίῳ παντάπασιν οὐ προσέχων, ἐπιτήδειον δὲ κρίνων τὸν ἀγρὸν ἢ ἀργύριον προσάγοντα πλέον.

καὶ ἦν ἰδεῖν ἀργυραμοιβοὺς καὶ ὀβολοστάτας καὶ ἄλλους ἐπ̓ ἀγορᾶς τὰ τῶν ἐπιτηδευμάτων αἰσχρότατα μετιόντας ἐπιφερομένους τὰ τῶν ἀρχῶν σύμβολα καὶ τοῖς πλείονα ἔχουσι χρήματα τὰς ἐπαρχίας παραδιδόντας.