Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

πάντα δὲ ἦν οἰμωγῆς καὶ θρήνων μεστά, πόλεως ἑκάστης ἐκκεῖσθαι ταῖς Περσῶν ἐφόδοις, Νισίβιος δοθείσης αὐτοῖς, οἰομένων. Καρρηνοῖς δὲ τοσοῦτον ἐγένετο πένθος τῆς Ἰουλιανοῦ τελευτῆς μηνυθείσης ὥστε τὸν ἀπαγγείλαντα καταλεῦσαι σωρόν τε λίθων μέγιστον ἐπ̓ αὐτὸν ἀνεγεῖραι. τοσαύτην ἴσχυσεν ἀνδρὸς ἑνὸς τελευτὴ τοῖς κοινοῖς πράγμασιν ἐμποιῆσαι μεταβολήν.

Ἰοβιανοῦ δὲ σπουδῇ τὰς πόλεις διαδραμόντος, οἷα δὴ πένθει καὶ στυγνότητι τῶν πόλεων ἐχομένων καὶ ἱλαρὸν οὐδὲν ἢ χάριεν ἐνδείξασθαι, καθάπερ ἦν ἔθος τοῖς αὐτόθι δήμοις, ὑφισταμένων, παρεγένοντο μὲν τῶν στρατιωτῶν ὅσοι τὴν δορυφορίαν εἶχον εἰς τὴν Ἀντιόχειαν ἅμα τῷ βασιλεῖ,

εἵπετο δὲ καὶ ὁ στρατὸς ἅπας τῷ Ἰουλιανοῦ σώματι. καὶ τοῦτο μὲν εἰς Κιλικίαν ἀπενεχθὲν ἔν τινι Ταρσοῦ προαστείῳ

157
βασιλικῇ ταφῇ παρεδίδοτο, καὶ ἐπίγραμμα προσεγράφετο τῷ τάφῳ τοιόνδε Ἰουλιανὸς μετὰ Τίγριν ἀγάρροον ἐνθάδε κεῖται, ἀμφότερον βασιλεύς τ̓ ἀγαθὸς κρατερός τ̓ αἰχμητής.