Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

τούτων δὲ ταύτῃ πραττομένων, ἐπὶ τῆς ἀντικρὺ ὄχθης πλῆθος Περσῶν συνδραμὸν ἱππέων τε καὶ πεζῶν, εἴ τις ἐπιχειρηθείη διάβασις, ἐπειρᾶτο κωλύειν. ταύτην ὁ βασιλεὺς τὴν παρασκευὴν τῶν πολεμίων βλέπων ἐπὶ τὸ διαπλέειν ἐπ̓ αὐτοὺς ἠρεθίζετο, καὶ σὺν ὀργῇ τοῖς στρατηγοῖς ἐνεκελεύετο τῶν πλοίων ἐπιβαίνειν.

ἐπεὶ δὲ τὴν ἀντιπέρας ὄχθην θεωροῦντες ὑψηλοτέραν καὶ ἅμα θριγκόν τινα συμπαρατεινόμενον, εἰς ἔρυμα μὲν παραδείσου βασιλικοῦ τὴν ἀρχὴν ᾠκοδομημένον, τότε δὲ καὶ τείχους πληροῦντα χρείαν, δεδιέναι τὰς ἐξ ὕψους τῶν βελῶν τε καὶ πυρσῶν βολὰς ἔλεγον. ἐγκειμένου δὲ τοῦ βασιλέως δύο νῆες ὁπλιτῶν πλήρεις ἐπεραιώθησαν, ἃς εὐθὺς οἱ Πέρσαι πυροφόρων βελῶν πλῆθος ἀφέντες κατέφλεξαν.

ἐκδειματωθέντος δὲ πλέο τοῦ στρατοῦ, τὴν συμβᾶσαν ὁ βασιλεὺς καταστρατηγήσας διαμαρτίαν ʽπεριγεγόνασιν̓ ἔφη τῆς διαβάσεως, καὶ κύριοι τῆς ὄχθης γεγόνασι: τοῦτο γὰρ δηλοῖ τὸ πῦρ τὸ ἀπὸ τῶν πλοίων

146
ἐξαφθέν, ὅπερ αὐτὸς ἐπέσκηψα τοῖς ἐπὶ τῶν νεῶν στρατιώταις σύμβολον τῆς νίκης ποιήσασθαι. τότε τοίνυν ἅπαντες,

ὡς εἶχον, εἰς τὰ πλοῖα ἐμβάντες ἐπεραιώθησαν: καὶ ὅπῃ βάσιμον ἦν τὸ ὕδωρ ἐπιπηδήσαντες, εἴς τε τὸν ἐκ χειρὸς ἀγῶνα καταστάντες τοῖς Πέρσαις, οὐ μόνον ἐκράτησαν τῆς ὄχθης, ἀλλὰ καὶ τὰ πρότερον περαιωθέντα δύο πλοῖα καταλαβόντες ἡμίφλεκτα τοὺς περιλελειμμένους ἔτι τῶν ἐν αὐτοῖς ὁπλιτῶν περιέσωσαν.

ἐπιπεσόντων δὲ λοιπὸν τῶν στρατοπέδων ἀλλήλοις, ἐκ μέσης νυκτὸς διέμεινε μέχρι μέσης ἡμέρας ἡ μάχη. τέλος ἐνδόντες ἔφυγον προτροπάδην οἱ Πέρσαι, τῆς φυγῆς ἡγησαμένων τῶν στρατηγῶν: ἦσαν δὲ οὗτοι Πιγράξης τε, γένει καὶ ἀξιώσει προέχων ἁπάντων μετὰ τὸν σφῶν βασιλέα, καὶ Ἀνάρεος καὶ ὁ σουρήνας αὐτός.

φεύγουσι δὲ ἐπεκδραμόντες Ῥωμαῖοί τε καὶ σὺν τούτοις οἱ Γότθοι πολλοὺς μὲν ἀπώλεσαν, χρυσοῦ δὲ πολλοῦ καὶ ἀργύρου γεγόνασιν ἐγκρατεῖς, ἔτι δὲ κόσμου παντοίου τοῖς τε ἀνδράσι καὶ ἵπποις περικειμένου, καὶ κλινῶν ἀργυρῶν καὶ τραπεζῶν, ὅσαις ἐνέτυχον ὑπὸ τῶν στρατηγῶν ἐν τῷ χάρακι καταλελειμμέναις.

ἔπεσον δὲ καὶ ἐν τῇ μάχῃ Περσῶν μὲν πεντακόσιοι καὶ δισχίλιοι, Ῥωμαίων δὲ οὐ πλείους πέντε καὶ ἑβδομήκοντα. τὸν δὲ ἐπὶ τῇ νίκῃ τοῦ στρατοπέδου παιᾶνα Βίκτωρ ὁ στρατηγὸς ἔδοξέ πως ἐλαττοῦν καταπέλτῃ τρωθείς.