Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἐντεῦθεν ἡ στρατιὰ φρούριά τινα παραδραμοῦσα εἰς πόλιν ἀφίκετο Μείνας Σαβαθὰ καλουμένην: διέστηκε δὲ

144
αὕτη σταδίοις τριάκοντα τῆς πρότερον μὲν Ζωχάσης νῦν δὲ Σελευκείας ὀνομαζομένης. καὶ ὁ μὲν βασιλεὺς πλησίον που μετὰ τῆς πολλῆς στρατιᾶς ηὐλίσθη, προηγούμενοι δὲ οἱ κατάσκοποι τὴν πόλιν κατὰ κράτος αἱροῦσι. τῇ δ̓ ὑστεραίᾳ τὰ τείχη ταύτης ὁ βασιλεὺς περινοστῶν ἑώρα σώματα προσηρτημένα σταυροῖς ἔμπροσθεν τῶν πυλῶν:

ταῦτα δὲ ἔφασκον οἱ ἐπιχώριοι συγγενῶν εἶναι διαβληθέντος τινὸς ὡς προδότου πόλεως γεγονότος, ἣν ἔτυχεν ὁ βασιλεὺς Κάρος Περσῶν οὖσαν ἑλών. ἐνταῦθα Ἀναβδάτης ὁ φρούραρχος εἰς κρίσιν ἤγετο, παραγαγὼν μὲν ἐπὶ πολὺ τὸν Ῥωμαίων στρατὸν ὡς δὴ συντελέσων αὐτῷ πρὸς τὸν κατὰ Περσῶν πόλεμον, τότε δὲ ἐξελεγχθεὶς ὡς ἐλοιδορεῖτο παρὰ πλείστοις Ὁρμίσδην προδότην ἀποκαλῶν καὶ τῆς κατὰ Περσῶν αἴτιον ἐκστρατείας: καὶ ἐπὶ τούτοις ἁλοὺς ἀνῃρέθη.