Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

τῶν ἀπὸ τοῦ φρουρίου τοίνυν ἁπάντων εἰς τὸ τὴν μηχανὴν ἀποκρούσασθαι συστραφέντων, διορύξαντες τὸν ὑπόνομον οἱ ταύτῃ ταχθέντες, εἶτα τὴν ἐπικειμένην ἄχρι τῆς ἐπιφανείας γῆν διατρήσαντες, ἐφάνησαν οἰκίας ἐν μέσῳ καθ̓ ἣν ἔτυχέ τις ἀλετρὶς γυνὴ νυκτὸς οὔσης ἔτι βαθείας σῖτον ἄλευρα εἶναι ἐργαζομένη. ταύτην μὲν οὖν ὁ πρώτως ἀναδὺς ἐκβοᾶν μέλλουσαν παίσας ἀνεῖλεν. ἦν δὲ Σουπεράντιος, ἐν τῷ λόχῳ τῶν βικτόρων οὐκ ἄσημος, ἐπὶ τούτῳ δὲ Μάγνος, καὶ τρίτος ὁ Ἰοβιανὸς τοῦ τάγματος τῶν ὑπογραφέων προτεταγμένος, ἔπειτα δὲ πλείους.

εὐρυνομένου δὲ κατὰ βραχὺ τοῦ στομίου πάντες ἦσαν ἐν μέσῳ. τότε δὴ λοιπὸν ἐπὶ τὸ τεῖχος ἐλάσαντες ἐπέστησαν παρὰ πᾶσαν ἐλπίδα τοῖς Πέρσαις ᾅσματα λέγουσιν ἐπιχώρια, τὴν μὲν τοῦ σφῶν βασιλέως ἀνδρείαν ὑμνοῦντα, διαβάλλοντα δὲ τὴν τοῦ Ῥωμαίων βασιλέως ἀνέφικτον ἐπιχείρησιν: ῥᾷον γὰρ ἔφασκον αὐτὸν τὴν τοῦ Διὸς αἱρήσειν αὐλὴν ἢ τὸ φρούριον.

ἐπιθέμενοι δὲ τοὺς ἐν χερσὶν ἔπαιόν τε καὶ ἐκ τοῦ τείχους ὠθοῦντες διέφθειρον, τοὺς δὲ καὶ διώκοντες παντοδαποῖς θανάτου τρόποις ἀνῄρουν, οὔτε γυναικῶν οὔτε παίων ἀπεχόμενοι, πλὴν εἰ μή πού γέ τινας αἰχμαλώτους

143
αὐτοῖς ἔδοξεν ἔχειν. Ἀναβδάτης δὲ ὁ ἀρχιφύλαρχος ἐν τῷ διαδρᾶναι τὸ φρούριον ἁλοὺς ἅμα τοῖς ἀμφ̓ αὐτόν, ὀγδοήκοντα τὸν ἀριθμὸν οὖσι, τῷ βασιλεῖ προσήχθη δεδεμένος ὀπίσω τὰς χεῖρας.

κατὰ ταῦτα τοῦ φρουρίου κατὰ κράτος ἁλόντος, ἡβηδὸν δὲ πάντων ὅσοι κατὰ τοῦτο ἦσαν ἀναιρεθέντων, ἐκ παραδόξου δὲ ὀλίγων διασωθέντων, ἐφ̓ ἁρπαγὴν ὁ στρατὸς τῶν ἀποκειμένων κτημάτων ἐχώρει. κομισαμένου δὲ ἑκάστου τὸ προσπεσόν, τό τε τεῖχος ἄχρις ἐδάφους προσενεχθεισῶν αὐτῷ πλείστων μηχανῶν κατηνέχθη, καὶ τὰ οἰκήματα πυρί τε καὶ ταῖς τῶν στρατιωτῶν χερσὶ κατελύθησαν, οὕτω τε εἰς τὸ μὴ γεγενῆσθαί ποτε δοκεῖν περιέστη.