Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

τούτῳ μὲν οὖν τὸ τοῦ Καίσαρος ἐπιτίθησι σχῆμα, Λουκιλλιανῷ δὲ τὸν πρὸς Πέρσας ἐπιτρέψας πόλεμον αὐτὸς ἐπὶ Μαγνέντιον ἐχώρει, καὶ τὰ Βετρανίωνος στρατόπεδα τοῖς οὖσιν αὐτῷ συμπαραλαβών. καὶ Μαγνέντιος δὲ μείζοσι παρασκευαῖς ἐγνωκὼς ἀπαντῆσαι, Δεκέντιον γένει συναπτόμενον ἐπὶ φυλακῇ τῶν ὑπὲρ τὰς Ἄλπεις ἐθνῶν ἀναδείκνυσι Καίσαρα.

τῶν δὲ στρατοπέδων ἐν Παιονίαις συνδραμόντων καὶ περὶ Μοῦρσαν πόλιν ἀλλήλων ἐγγὺς γενομένων, ἐν τοῖς περὶ τὰ Ἄδρανα τέμπεσι καθίσας ὁ Μαγνέντιος λόχον ἐπιπέμπει τινὰ τοῖς Κωνσταντίου στρατηγοῖς ἄγγελον, τὴν πορείαν ἀναβαλλόμενον, ὅπως ἂν Σισκίαν οἱ ἐναντίοι καταλάβωσιν: ἐν ταύτῃ γὰρ αὐτόν, ὡς ἀναπεπταμένα πεδία ἐχούσῃ, μάχην συνάψειν.

ταῦτα Κωστάντιος ἀκούσας, καὶ περιχαρὴς τῇ ἀγγελίᾳ γενόμενος, εἰ μέλλοι τῇ ἵππῳ πλεονεκτῶν ἐν ἱππασίμοις πολεμήσειν χωρίοις, ἐξανέστησεν ὡς ἐπὶ Σισκίαν τὸν στρατόν. προϊοῦσι δὲ αὐτοῖς ἀνόπλοις καὶ ἀσυντάκτοις ʽοὐδὲ γὰρ ἤλπιζόν τι τῶν ἐσομένων̓ ἐπιπεσόντες οἱ κατὰ ἐνέδραν τοῖς τέμπεσι προκαθίσαντες λόχοι, καὶ λίθοις ἅπαντας ὡς

103
εἰπεῖν καταχώσαντες, τῆς περαιτέρω διαβάσεως ἀπεκώλυσαν.