Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ἀνῃρέθη δὲ τότε Ἀβλάβιος ὁ τῆς αὐλῆς ὕπαρχος, τῆς Δίκης ἀξίαν αὐτῷ ποινὴν ἐπιθείσης ἀνθ̓ ὧν ἐπεβούλευσε θάνατον Σωπάτρῳ τῷ φιλοσόφῳ φθόνῳ τῆς Κωνσταντίνου πρὸς αὐτὸν οἰκειότητος. ὥσπερ δὲ κατὰ πάσης χωρῶν τῆς συγγενείας, καὶ Ἀννιβαλλιανὸν τούτοις ἐπέθηκεν, ὑποθέμενος ἐκβοᾶν τοῖς στρατιώταις ὡς οὐκ ἂν ἄρχοντος ἑτέρου πλὴν τῶν Κωνσταντίνου παίδων ἀνάσχοιντο. ταῦτα μὲν οὕτω Κωνσταντίῳ διεπονήθη.