Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Καί μοι πολλάκις ἐπῆλθε θαυμάσαι πῶς εἰς τοσοῦτο τῆς Βυζαντίων πόλεως ηὐξημένης ὡς μηδεμίαν ἄλλην εἰς εὐδαιμονίαν ἢ μέγεθος αὐτῇ παραβάλλεσθαι, πρόρρησις ἐκ θεῶν οὐδεμία περὶ τῆς εἰς ἀμείνονα τύχην αὐτῆς ἐπιδόσεως τοῖς πρὸ ἡμῶν ἀνθρώποις ἐδόθη.

καὶ ταύτην ἐκ πολλοῦ τὴν ἔννοιαν ἔχων, πολλάς τε βίβλους ἱστορικὰς καὶ χρησμῶν

93
συναγωγὰς ἀνελίξας, χρόνον τε ἐν τῷ περὶ τούτων ἀπορεῖν δαπανήσας, ἐνέτυχον μόλις χρησμῷ τινὶ Σιβύλλης εἶναι λεγομένῳ τῆς Ἐρυθραίας ἢ Φαεννοῦς τῆς Ἠπειρώτιδος ʽκαὶ αὐτὴ γὰρ γενομένη κάτοχος ἐκδεδωκέναι χρησμοὺς λέγεταἰ, ᾧ πεποιθότα Νικομήδην τὸν Προυσίου καὶ πρὸς τὸ δοκοῦν λυσιτελεῖν ἑρμηνεύοντα πόλεμον ἄρασθαι πρὸς τὸν πατέρα Προυσίαν, Ἀττάλῳ πειθόμενον. ἔχει δὲ τὸ λόγιον οὕτως.

Ὦ βασιλεῦ Θρῃκῶν, λείψεις πόλιν ἐν προβάτοισιν,

αὐξήσεις δὲ λέοντα μέγαν, γαμψώνυχα, δεινόν, ὅς ποτε κινήσει πατρίας κειμήλια χώρας,
94
γαῖαν δ̓ αἱρήσει μόχθων ἄτερ. οὐδέ σέ φημι σκηπτούχοις τιμαῖσιν ἀγάλλεσθαι μάλα δηρόν, ἐκ δὲ θρόνων πεσέειν, οἷοι κύνες ἀμφὶς ἔχουσι. κινήσεις δ̓ εὕδοντα λύκον γαμψώνυχα, δεινόν: οὐδ̓ ἐθέλοντι γὰρ εἴσω ὑπὸ ζυγὸν αὐχένα θήσει. δὴ τότε Βιθυνῶν γαῖαν λύκοι οἰκήσουσι Ζηνὸς ἐπιφροσύναισι. ταχὺ δ̓ ἐπιβήσεται ἀρχὴ ἀνδράσιν οἳ Βύζαντος ἕδος καταναιετάουσι. τρὶς μάκαρ Ἑλλήσποντε, θεόκτιτα τείχεά τ̓ ἀνδρῶν, --- θείαισιν ἐφετμαῖς ἣν λύκος αἰνόλυκος πτήξει κρατερῆς ὑπ̓ ἀνάγκης. ὦμε γὰρ εἴσασίν τε ἐμὸν ναίοντες ἔδεθλον,
95
οὐκέτι σιγήσω πατρὸς νόον, ἀλλ̓ ἀναδείξω ἀθανάτων λογίων θνητοῖς εὔσημον ἀοιδήν. Θρῇσσα κύει μέγα πῆμα, τόκος δέ οἱ οὐκέτι τηλοῦ, σπειραι παῖδα κακὸν . . καὶ τῇδε φέρουσαν: τρηχὺ παῤ ἠπείρου πλευρὰς ἐπιναισεται ἕλκος, καὶ μέγ̓ ἀνοιδήσει, ταχὺ δὲ ῥαγὲν αἱμοροήσει.

τοῦτο τὸ λόγιον πάντα μὲν ὡς εἰπεῖν, ὑπεμφαῖνον ὄντως
καὶ ἐν αἰνίγμασι, λέγει, τά τε ἐσόμενα Βιθυνοῖς κακὰ διὰ τὴν τῶν ἐπενεχθέντων αὐτοῖς ἐς τὰ μετὰ ταῦτα φόρων βαρύτητα καὶ ὡς ἡ ἀρχὴ ταχέως ἐπιβήσεται ἀνδράσιν οἳ Βύζαντος ἕδος καταναιετάουσι. τὸ δὲ μετὰ χρόνον οὐκ ὀλίγον τὰ προρρηθέντα ἐκβῆναι μὴ λαμβανέτω τις εἰς τὸ περὶ ἑτέρου τινὸς λέγειν τὴν πρόρρησιν: πᾶς γὰρ χρόνος τῷ θείῳ βραχὺς ἀεί τε ὄντι καὶ ἐσομένῳ. ταῦτα δὴ οὖν ἔκ τε τῶν τοῦ χρησμοῦ ῥημάτων καὶ ἀπὸ τῶν ἐκβάντων ἐτεκμηράμην. εἰ δέ τῳ τὸ χρησθὲν ἑτέρως ἔχειν δοκεῖ, ταύτῃ νοείτω.
96