Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

τούτου δὲ ὄντος ἐν τούτοις, ὁ Κωσταντῖνος ἔχων πλῆθος νεῶν καὶ φορτίδων καὶ πολεμιστηρίων, διὰ τούτων τε βουλόμενος τῆς ἀντιπέραν ᾐόνος κρατῆσαι, δεδιὼς τὸ τῆς κατὰ Βιθυνίαν ᾐόνος ναυσὶ μάλιστα φορτίσι δυσπρόσοδον, κέλητας καὶ ἀκάτια ταχυναυτοῦντα

83
κατασκευάσας ἐπὶ τὸ λεγόμενον Ἱερὸν ἄκρον, πρὸς τῷ στόματι τοῦ Πόντου κείμενον, ἀναπλέει, σταδίοις διακοσίοις Χαλκηδόνος διεστηκός, κἀνταῦθα τὴν στρατιὰν ἀποβιβάσας ἐπί τινας λόφους ἀνῄει, καὶ ἐξ αὐτῶν παρετάττετο.

Λικίννιος δὲ τὴν Βιθυνίαν ἐχομένην ὑπὸ τῶν ἐναντίων ὁρῶν, ἐν πᾶσίν τε κινδύνοις ἐξεταζόμενος, Μαρτινιανὸν μὲν ἐκ τῆς Λαμψάκου μετακαλεῖται, τοὺς δὲ στρατιώτας παραθαρσύνας καὶ αὐτὸς ἡγήσεσθαί σφισι καθυποσχόμενος συνέταττε τὸ στρατόπεδον ὡς ἐς μάχην, καὶ τῆς πόλεως προελθὼν ἀπήντα παρεσκευασμένοις ἤδη τοῖς ἐναντίοις.