Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

τῇ δὲ ὑστεραίᾳ τοῦ βορέου πολλοῦ πνεύσαντος, προελθὼν Ἄβαντος τοῦ Αἰαντίου λιμένος ἐς ναυμαχίαν παρεσκευάζετο. τῶν δὲ μεινάντων ἐν τῷ στόματι τοῦ Ἑλλησπόντου πεντηκοντόρων ἐκ προστάγματος τῶν στρατηγῶν ἀφικομένων εἰς Ἐλεοῦντα, καταπλαγεὶς ἐπὶ τῷ πλήθει τῶν νεῶν Ἄβαντος ἐνεδοίαζεν ἐπιπλεῦσαι τοῖς ἐναντίοις.

περὶ δὲ μέσην ἡμέραν ὑπέρρει μὲν τό βόρειον πνεῦμα, νότος δὲ πνεύσας πολὺς καὶ τὸν Λικιννίου στόλον πρὸς τῇ τῆς Ἀσίας εὑρὼν ᾐόνι τὰς μὲν ὀκέλλειν ἐποίει, τὰς δὲ πέτραις προσήρασσεν, τὰς δὲ αὐτάνδρους κατέδυεν, ὥστε ἄνδρας μὲν πεντακισχιλίους, ναῦς δὲ αὐτάνδρους διαφθαρῆναι τριάκοντα καὶ ἑκατόν, δἰ ὧν ἔτυχεν ὁ Λικίννιος τοῦ στρατοῦ μέρος ἐκ τῆς Θρᾴκης εἰς τὴν Ἀσίαν ἐκπέμψας οἷα στενοχωρουμένων τῷ πλήθει τῶν μετὰ Λικιννίου πολιορκουμένων ἐν τῷ Βυζαντίῳ.

φυγόντος δὲ Ἀβάντου μετὰ τεσσάρων νεῶν εἰς τὴν Ἀσίαν, τὰ μὲν τῆς ναυμαχίας τοῦτον

82
διεπολεμήθη τὸν τρόπον: πλοίων δὲ παντοῖα κομιζόντων φορτία εἰς τὸν Ἑλλήσποντον ἀφικομένων καὶ πλείστην ἐπιτηδείων εὐπορίαν τοῖς Κωσταντίνου στρατηγοῖς ἐμποιησάντων, ἀνήγοντο μὲν οὗτοι μετὰ τοῦ στόλου παντὸς ὡς τοῖς τὸ Βυζάντιον πολιορκοῦσι συμμίξοντες, κυκλωσόμενοι δὲ καὶ διὰ θαλάσσης τὴν πόλιν, οἱ δὲ Λικιννίου πεζοὶ μηδὲ τὴν θέαν τῆς ναυτικῆς δυνάμεως ὑποστάντες, ἐπιλαβόμενοι νεῶν εἰς τὸν Ἐλαιοῦντα ἀπέπλεον.

Ἐγκείμενος δὲ τῇ πολιορκίᾳ Κωσταντῖνος, καὶ χῶμα ἴσον ἔχον ὕψος τῷ τείχει κατασκευάσας, πύργους τε στήσας ἐπὶ τοῦ χώματος ξυλίνους, ὑψηλοτέρους τοῦ τείχους, δἰ ὧν τοὺς τὸ τεῖχος φυλάττοντας κατετόξευον, ὡς ἄν ἐπ̓ ἀδείας κριοὺς καὶ ἄλλας μηχανὰς τῷ τείχει προσάγοι, διενοεῖτο τὴν πόλιν ἑλεῖν. τούτοις ὁ Λικίννιος ἀπορούμενος ἔγνω, καταλιπὼν τὸ Βυζάντιον καὶ ἐν τούτῳ τὸ τῆς στρατιᾶς ἀσθενέστερον ἐάσας, μετὰ τῶν ἐπιτηδείων οἱ καὶ δείγματα εὐνοίας εἰς αὐτὸν ἀποδειξαμένων εἰς Χαλκηδόνα τῆς Βιθυνίας δραμεῖν: