Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ἐκτάξαντος δὲ καὶ τοῦ Λικιννίου τὴν δύναμιν ἀπὸ τοῦ ὑπερκειμένου τῆς πόλεως ὄρους ἄχρι σταδίων διακοσίων, καθ̓ ὃ Τῶνοσεειος ποταμὸς τῷ Ἕβρῳ συμβάλλει, συχνὰς μὲν ἡμέρας ἀλλήλοις ἀντεκαθέζετο τὰ στρατόπεδα, κατανοήσας δὲ ὁ Κωσταντῖνος ὅπῃ μάλιστα στενότατός ἐστιν ὁ ποταμὸς ἑαυτοῦ,

τοιόνδε τι μηχανᾶται. ξύλα κατάγειν ἐκ τοῦ ὄρους ἐπέταττεν τῷ στρατοπέδῳ καὶ σχοίνους πλέκειν ὡς δὴ μέλλων ζευγνύναι τὸν ποταμὸν καὶ ταύτῃ διαβιβάζειν τὸ στράτευμα. τούτῳ δὲ βουκολήσας τοὺς ἐναντίους, ἀνελθὼν ἐπί τινα λόφον ὕλας συνεχεῖς ἔχοντα, καλύπτειν τοὺς ἐντὸς ὄντας αὐτῶν δυναμένας, ἐγκατέστησεν αὐτόθι πεζοὺς μὲν τοξότας πεντακισχιλίους,

ἱππέας δὲ ὀγδοήκοντα. δώδεκα δὲ παραλαβὼν ἱππέας,

80
ἅμα τούτοις διὰ τοῦ στενοῦ, καθ̓ ὃ μάλιστα διαβατὸς ὁ ποταμὸς ἦν, ὑπερβὰς τὸν Ἕβρον ἀδόκητος ἐμπίπτει τοῖς πολεμίοις, ὥστε πεσεῖν μέν τινας, πολλοὺς δὲ φυγεῖν προτροπάδην, τοὺς δ̓ ἄλλους πρὸς τὸ αἰφνίδιον καταπεπληγμένους ἑστάναι κεχηνότας ἐπὶ τῷ τῆς διαβάσεως ἀδοκήτῳ.

ἐπ̓ ἀδείας δὲ καὶ τῶν ἄλλων ἱππέων περαιωθέντων καὶ ἑξῆς παντὸς τοῦ στρατεύματος, πολὺς μὲν ἐγένετο φόνος ʽἔπεσον γὰρ μυριάδες που τρεῖς καὶ τετρακισχίλιοἰ, τοῦ ἡλίου δὲ πρὸς δύσιν ὄντος ὁ μὲν Κωσταντῖνος ἀνελάμβανε τὰ στρατόπεδα, Λικίννιος δέ, ὅσους οἷός τε γέγονεν τῶν οἰκείων ἀναλαβών, ἤλαυνεν διὰ τῆς Θρᾴκης, ὡς ἂν τὸ ναυτικὸν καταλάβοι.