Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ἔτι δὲ τῶν στρατοπέδων καρτερῶς ἐγκειμένων, οἱ παρὰ Κωσταντίνου διῶξαι Λικίννιον προσταχθέντες ἐφίστανται τοῖς στρατεύμασι μαχομένοις ἔκ τινος ἀπόπτου χωρίου, κάμψαντες δὲ διά τινος λόφου δεῖν ἐνόμισαν ἐξ ὑπερδεξίου τόπου τοῖς οἰκείοις συμμῖξαι καὶ τοὺς ἐναντίους ἐς κύκλωσιν καταστῆσαι. φυλαξαμένων δὲ τῶν σὺν Λικιννίῳ καὶ γενναίως πρὸς ἅπαντας ἀγωνισαμένων, πολλῶν δὲ καὶ ἀναριθμήτων ἐξ ἑκατέρου πεσόντων τῆς τε

77
μάχης ἰσοπαλοῦς γενομένης, ἐκ συνθήματος ἀλλήλων ἐχωρίσθη τὰ στρατεύματα.

Τῇ δὲ ὑστεραίᾳ γενομένης ἀνακωχῆς, ἀμφοτέρους ἐδόκει κοινωνίαν ἔχειν καὶ ὁμαιχμίαν ἐφ̓ ᾧ τὸν μὲν Κωνσταντῖνον ἄρχειν Ἰλλυριῶν καὶ τῶν ἐπέκεινα πάντων ἐθνῶν, Λικίννιον δὲ Θρᾴκην ἔχειν καὶ τὴν ἑῴαν καὶ τὰ ταύτης ἐπέκεινα, Οὐάλεντα δὲ τὸν ὑπὸ Λικιννίου Καίσαρα καθεσταμένον ἀναιρεθῆναι, τῶν συμβεβηκότων κακῶν αἴτιον εἶναι λεγόμενον.

οὗ δὴ γενομένου, καὶ δοθέντων ὅρκων ἦ μὴν βέβαια ταῦτα παῤ ἑκατέρου φυλάττεσθαι, πρὸς πίστιν βεβαιοτέραν τοῦ ταῖς συνθήκαις ἐμμεῖναι Κωσταντῖνος μὲν καθίστησι Καίσαρα Κρίσπον, ἐκ παλλακῆς αὐτῷ γεγονότα Μινερβίνης ὄνομα, ἤδη νεανίαν ὄντα, καὶ Κωσταντῖνον οὐ πρὸ πολλῶν ἡμερῶν ἐν Ἀρελάτῳ τῇ πόλει τεχθέντα, ἀναδείκνυται δὲ σὺν αὐτοῖς Καῖσαρ καὶ ὁ Λικιννίου παῖς Λικιννιανός, εἰς εἰκοστὸν προελθὼν μῆνα τῆς ἡλικίας. τοῦτο μὲν οὖν τέλος ἐγένετο τοῦ δευτέρου πολέμου.