Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Κατασχὼν δὲ Κωσταντῖνος τὴν Κίβαλιν καὶ τὸ Σίρμιον καὶ πάντα ὅσα φεύγων ὁ Λικίννιος ὀπίσω κατέλειπεν, πέμπει πεντακισχιλίους ὁπλίτας ἐπὶ τὴν αὐτοῦ δίωξιν. ἀλλ̓ ἐκεῖνοι μέν, ἀγνῶτες τῆς ὁδοῦ δἰ ἧς ἔφευγε Λικίννιος ὄντες, φθάσαι τοῦτον οὐκ ἠδυνήθησαν: ὁ δὲ Κωσταντῖνος ζεύξας τὴν τοῦ Σάου γέφυραν, ἣν ὁ Λικίννιος ἔτυχεν διαλύσας, ἅμα τῷ στρατῷ Λικιννίου κατόπιν ἐχώρει. διαβὰς δὲ ἐπὶ τὴν Θρᾴκην ἀφικνεῖται πρὸς τὸ πεδίον ἐν ᾧ Λικίννιον στρατοπεδευόμενον εὗρεν.

ἐν δὲ τῇ νυκτὶ καθ̓ ἣν ἐπέστη, τάξας τὴν ἑαυτοῦ δύναμιν, ἐπέταττε τοῖς στρατιώταις ἅμα ἠοῖ πρὸς μάχην παρασκευάζεσθαι. γενομένης δὲ ἡμέρας θεασάμενος ὁ Λικίννιος τὸν Κωσταντῖνον σὺν τῷ στρατεύματι καὶ αὐτὸς ἀντετάττετο, κοινωνὸν ἔχων τοῦ πολέμου Οὐάλεντα Καίσαρα παῤ αὐτοῦ μετὰ τὴν ἀπὸ Κιβάλεως φυγὴν καταστάντα. συμπεσόντων δὲ τῶν στρατοπέδων ἀλλήλοις, τὰ μὲν πρῶτα διαστάντες τόξοις ἐχρῶντο, τῶν δὲ βελῶν δαπανηθέντων δόρασι καὶ ἐγχειριδίοις ἐνέπιπτον.

ἔτι δὲ τῶν στρατοπέδων καρτερῶς ἐγκειμένων, οἱ παρὰ Κωσταντίνου διῶξαι Λικίννιον προσταχθέντες ἐφίστανται τοῖς στρατεύμασι μαχομένοις ἔκ τινος ἀπόπτου χωρίου, κάμψαντες δὲ διά τινος λόφου δεῖν ἐνόμισαν ἐξ ὑπερδεξίου τόπου τοῖς οἰκείοις συμμῖξαι καὶ τοὺς ἐναντίους ἐς κύκλωσιν καταστῆσαι. φυλαξαμένων δὲ τῶν σὺν Λικιννίῳ καὶ γενναίως πρὸς ἅπαντας ἀγωνισαμένων, πολλῶν δὲ καὶ ἀναριθμήτων ἐξ ἑκατέρου πεσόντων τῆς τε

77
μάχης ἰσοπαλοῦς γενομένης, ἐκ συνθήματος ἀλλήλων ἐχωρίσθη τὰ στρατεύματα.

Τῇ δὲ ὑστεραίᾳ γενομένης ἀνακωχῆς, ἀμφοτέρους ἐδόκει κοινωνίαν ἔχειν καὶ ὁμαιχμίαν ἐφ̓ ᾧ τὸν μὲν Κωνσταντῖνον ἄρχειν Ἰλλυριῶν καὶ τῶν ἐπέκεινα πάντων ἐθνῶν, Λικίννιον δὲ Θρᾴκην ἔχειν καὶ τὴν ἑῴαν καὶ τὰ ταύτης ἐπέκεινα, Οὐάλεντα δὲ τὸν ὑπὸ Λικιννίου Καίσαρα καθεσταμένον ἀναιρεθῆναι, τῶν συμβεβηκότων κακῶν αἴτιον εἶναι λεγόμενον.

οὗ δὴ γενομένου, καὶ δοθέντων ὅρκων ἦ μὴν βέβαια ταῦτα παῤ ἑκατέρου φυλάττεσθαι, πρὸς πίστιν βεβαιοτέραν τοῦ ταῖς συνθήκαις ἐμμεῖναι Κωσταντῖνος μὲν καθίστησι Καίσαρα Κρίσπον, ἐκ παλλακῆς αὐτῷ γεγονότα Μινερβίνης ὄνομα, ἤδη νεανίαν ὄντα, καὶ Κωσταντῖνον οὐ πρὸ πολλῶν ἡμερῶν ἐν Ἀρελάτῳ τῇ πόλει τεχθέντα, ἀναδείκνυται δὲ σὺν αὐτοῖς Καῖσαρ καὶ ὁ Λικιννίου παῖς Λικιννιανός, εἰς εἰκοστὸν προελθὼν μῆνα τῆς ἡλικίας. τοῦτο μὲν οὖν τέλος ἐγένετο τοῦ δευτέρου πολέμου.