Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

τῆς δὲ γερουσίας εἰς τὸ διασκοπῆσαι τίνι δέοι παραδοῦναι τὴν ἀρχὴν ἀναβαλλομένης, Σεβῆρος ἀναδείκνυται βασιλεύς. παρελθόντων δὲ εἰς τὴν αὐτὴν ἀρχὴν Ἀλβίνου καὶ Νίγρου, πόλεμοι συνέστησαν αὐτοῖς οὐκ ὀλίγοι πρὸς ἀλλήλους ἐμφύλιοι, καὶ πόλεις διέστησαν, αἳ μὲν τῷδε αἳ δὲ τῷδε προσθέμεναι. ταραχῆς δὲ οὐκ ὀλίγης κατὰ τὴν ἑῴαν καὶ τὴν Αἴγυπτον κινηθείσης, Βυζαντίων τε ὡς τὰ Νίγρου φρονούντων καὶ ὑποδεξαμένων αὐτὸν εἰς ἔσχατον ἐλθόντων κινδύνου, κρατεῖ μὲν ἡ Σεβήρου μερίς: ἀναιρεθέντος δὲ Νίγρου, καὶ μετὰ τοῦτον Ἀλβίνου μετὰ τῆς ἀρχῆς καὶ τὸν βίον ἀπολιπόντος εἰς μόνον Σεβῆρον τὰ τῆς ἡγεμονίας περιίστατο.

τρέπεται τοίνυν ἐπὶ τὴν τῶν ἐκμελῶς πεπραγμένων διόρθωσιν, καὶ πρό γε ἁπάντων τοῖς στρατιώταις τοῖς ἀνελοῦσι Περτίνακα καὶ Ἰουλιανῷ παραδοῦσι τὴν βασιλείαν πικρῶς ἐπεξῆλθεν. ἔπειτα διαθεὶς ἐπιμελῶς τὰ στρατόπεδα, Πέρσαις μὲν ἐπελθὼν ἐφόδῳ μιᾷ Κτησιφῶντα εἷλε καὶ Βαβυλῶνα, διαδραμὼν δὲ τοὺς σκηνίτας Ἄραβας καὶ πᾶσαν Ἀραβίαν καταστρεψάμενος, ἄλλα τε πολλὰ γενναίως οἰκονομήσας, ἐγένετο μὲν περὶ τοὺς ἁμαρτάνοντας ἀπαραίτητος, τῶν ἐπὶ τοῖς ἀτόποις εὐθυνομένων δημοσίας ποιῶν τὰς οὐσίας,