Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Οὐαλεριανὸς δὲ πυθόμενος τὰ κατὰ τὴν Βιθυνίαν, στρατηγῶν μὲν οὐδενὶ τὴν κατὰ τῶν βαρβάρων ἄμυναν ὑπὸ

26
ἀπιστίας ἐθάρρει καταπιστεῦσαι, Φήλικα δὲ φυλάξοντα τὸ Βυζάντιον στείλας αὐτὸς ἀπὸ τῆς Ἀντιοχείας ἄχρι Καππαδοκίας ἐχώρει, τῇ παρόδῳ δὲ μόνον ἐπιτρίψας τὰς πόλεις ὑπέστρεψεν εἰς τοὐπίσω. λοιμοῦ δὲ τοῖς στρατοπέδοις ἐμπεσόντος καὶ τὴν πλείω μοῖραν αὐτῶν διαφθείραντος, Σαπώρης ἐπιὼν τὴν ἑῴαν ἅπαντα κατεστρέφετο.

Οὐαλεριανοῦ δὲ διά τε μαλακίαν καὶ βίου χαυνότητα βοηθῆσαι μὲν εἰς ἔσχατον ἐλθοῦσι τοῖς πράγμασιν ἀπογνόντος, χρημάτων δὲ δόσει καταλῦσαι τὸν πόλεμον βουλομένου, τοὺς μὲν ἐπὶ τούτῳ σταλέντας πρέσβεις ἀπράκτους ὁ Σαπώρης ἀπέπεμψεν, αὐτὸν δὲ ᾔτει τὸν βασιλέα περὶ τῶν ἀναγκαίων αὐτῷ νομιζομένων εἰς λόγους ἐλθεῖν. ὃ δὲ σὺν οὐδεμιᾷ φρονήσει κατανεύσας τοῖς αἰτουμένοις, ἀπερισκέπτως μετ̓ ὀλίγων ὁρμήσας ἐπὶ Σαπώρην ὡς δὴ περὶ σπονδῶν αὐτῷ διαλεξόμενος, ἄφνω συλλαμβάνεται παρὰ τῶν πολεμίων. καὶ ἐν αἰχμαλώτου τάξει καταστὰς παρὰ Πέρσαις τὸν βίον ἀπέλιπεν, μεγίστην αἰσχύνην ἐν τοῖς μετὰ ταῦτα τῷ Ῥωμαίων ὀνόματι καταλελοιπώς.