Historia Nova
Zosimus
Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.
τῶν δὲ Σκυθῶν τὰ ἐν ποσὶ πάντα λῃζομένων, οἱ μὲν τὴν παραλίαν οἰκοῦντες τοῦ Πόντου πρὸς τὰ μεσόγεια καὶ ὀχυρώτατα ἀνεχώρουν, οἱ δὲ βάρβαροι τῷ Πιτυοῦντι πρώτῳ προσέβαλλον, τείχει τε μεγίστῳ περιβεβλημένῳ καὶ λιμένα
οἱ μὲν οὖν τὸν Εὔξεινον πόντον οἰκοῦντες τῇ Σουκεσσιανοῦ στρατηγίᾳ περισωθέντες, ὡς διεξήλθομεν, οὐδεπώποτε τοὺς Σκύθας ἤλπισαν αὖθις περαιωθήσεσθαι, τὸν εἰρημένον μοι τρόπον ἀποκρουσθέντας: Οὐαλεριανοῦ δὲ Σουκεσσιανὸν μετάπεμπτον ποιησαμένου καὶ ὕπαρχον τῆς αὐλῆς ἀναδείξαντος καὶ σὺν αὐτῷ τὰ περὶ τὴν Ἀντιόχειαν καὶ τὸν ταύτης οἰκισμὸν οἰκονομοῦντος, αὖθις οἱ Σκύθαι πλοῖα παρὰ τῶν Βοσπορανῶν λαβόντες ἐπεραιώθησαν.
κατασχόντες δὲ τὰ πλοῖα, καὶ οὐχ ὥσπερ πρότερον τοῖς Βοσπορανοῖς ἐνδόντες μετὰ τούτων ἐπανελθεῖν οἴκαδε, πλησίον τοῦ Φάσιδος ὡρμίσθησαν, ἔνθα καὶ τὸ τῆς Φασιανῆς Ἀρτέμιδος ἱδρῦσθαι λέγουσιν ἱερὸν καὶ τὰ τοῦ Αἰήτου βασίλεια. πειραθέντες δὲ τὸ ἱερὸν ἑλεῖν καὶ οὐ δυνηθέντες εὐθὺ Πιτυοῦντος ἐχώρουν.