Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

τὸ βέβαιον ἔχειν οὐδαμόθεν δυνάμενα. ἐκβάντων δὲ εἰς ἔργον ὧν ὁ Δέκιος ἐκ τῆς τῶν πραγμάτων ἐτεκμήρατο πείρας, Ἰωταπιανοῦ τε καὶ Μαρίνου σὺν οὐ πολλῷ πόνῳ καθαιρεθέντων, οὐδὲν ἧττον ἐν φόβοις ὁ Φίλιππος ἦν, τὸ τῶν στρατιωτῶν μῖσος περὶ τοὺς ἐκεῖσε ταξιάρχους καὶ ἡγεμόνας εἰδώς. παρεκάλει τοίνυν τὸν Δέκιον τῶν ἐν Μυσίᾳ καὶ Παιονίᾳ ταγμάτων ἀναδέξασθαι τὴν ἀρχήν. τοῦ δὲ διὰ τὸ καὶ ἑαυτῷ καὶ Φιλίππῳ τοῦτ̓ ἀξύμφορον ἡγεῖσθαι παραιτουμένου, τῇ Θετταλικῇ λεγομένῃ πειθανάγκῃ χρησάμενος ἐκπέμπει κατὰ τὴν Παιονίαν αὐτόν, σωφρονιοῦντα τοὺς ἐκεῖσε τὰ Μαρίνου φρονήσαντας.

οἱ δὲ ταύτῃ στρατιῶται τὸν Δέκιον ὁρῶντες τοῖς ἡμαρτηκόσιν ἐπεξιόντα, κάλλιον εἶναι σφίσιν ἡγήσαντο καὶ τὸν παρὰ πόδας ἀποσείσασθαι κίνδυνον καὶ ἅμα προστήσασθαι μόναρχον, ὃς καὶ τῶν κοινῶν ἂν ἐπιμεληθείη κρεῖσσον καὶ οὐ σὺν πόνῳ περιέσται Φιλίππου, πολιτικῇ τε ἀρετῇ καὶ πολεμικῇ πείρᾳ προήκων.