The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τοῖον ἐφεσπομένη ῥοδοδάκτυλος ἔννεπε Κύπρις.
  2. οἱ δʼ ἄρα μητρῴης ἐρατῆς ἀίοντες ἐφετμῆς
  3. φοιτητῆρες Ἔρωτες ἐπερρώοντο τιθήνῃ.
  4. ἄρτι μὲν Ἰδαίην ὑπερέδραμον οὔρεος ἄκρην,
  5. ἔνθα λιθοκρήδεμνον ὑπὸ πρηῶνος ἐρίπνην
  6. κουρίζων ἐνόμευε Πάρις πατρώια μῆλα.
  7. ποιμαίνων δʼ ἑκάτερθεν ἐπὶ προχοῇσιν ἀναύρου
  8. νόσφι μέν ἀγρομένων ἀγέλην πεμπάζετο ταύρων,
  9. νόσφι δὲ βοσκομένων διεμέτρεε πώεα μήλων·
  10. καί τις ὀρεσσαύλοιο δορὴ μετόπισθε χιμαίρης
  11. ἐκκρεμὲς ᾐώρητο καὶ αὐτῶν ἥπτετο μηρῶν,
  12. ποιμενίη δʼ ἀπέκειτο, βοῶν ἐλάτειρα, καλαῦροψ,
  13. τοῖος ἐπεὶ σύριγγος, ἐς ἤθεα βαιὸν ὁδεύων,
  14. ἀγροτέρων καλάμων λιγυρὴν ἐδίωκεν ἀοιδήν·
  15. πολλάκι δʼ οἰοπόλοισιν ἐνὶ σταθμοῖσιν ἀείδων
  16. καὶ ταύρων ἀμέλησε καὶ οὐκ ἐμπάζετο μήλων·
  17. ἔνθεν ἔχων σύριγγα κατʼ ἤθεα καλὰ νομήων
  18. Πανὶ καὶ Ἑρμάωνι φίλην ἀνεβάλλετο μολπήν·
  19. οὐ κύνες ὠρύοντο καὶ οὐ μυκήσατο ταῦρος,
  20. μούνη δʼ ἠνεμόεσσα, βοῆς ἀδίδακτος ἐοῦσα,
  21. Ἰδαίων ὀρέων ἀντίθροος ἴαχεν Ἠχώ.
  22. ταῦροι δὲ χλοερῆς κεκορηότες ὑψόθι ποίης,
  23. κεκλιμένοι βαρύγουνον ἐπʼ ἰσχίον εὐνάζοντο.
  24. ὣς ὁ μὲν ὑψορόφοιο φυτῶν ὑπένερθε καλύπτρης
  25. τηλόθεν Ἑρμάωνα διάκτορον εἶδε λιγαίνων.
  26. δειμαίνων δʼ ἀνόρουσε, θεῶν δʼ ἀλέεινεν ὀπωπήν·
  27. καὶ χορὸν εὐκελάδων δονάκων ἐπὶ φηγὸν ἐρείσας
  28. μήπω πολλὰ καμοῦσαν ἑὴν ἀνέκοπτεν ἀοιδήν.
  29. τοῖα δὲ δειμαίνοντα θέσκελος Ἑρμῆς·
  30. γαῦλον ἀπορρίψας καὶ πώεα καλὰ μεθήσας
  31. δεῦρο θεμιστεύσειας ἐπουρανίῃσι δικάζων·
  32. δεῦρο διακρίνων προφερέστερον εἶδος ὀπωπῆς
  33. φαιδροτέρῃ τόδε μῆλον, ἐπήρατον ἔρνος, ὀπάσσαις.
  34. τοῖον ἀνηΰτησεν· ὁ δʼ ἤπιον ὄμμα τανύσσας
  35. ἦκα διακρίνειν πειρήσατο κάλλος ἑκάστης.
  36. δέρκετο μὲν γλαυκῶν βλεφάρων σέλας, ἔδρακε δειρὴν
  37. χρυσῷ δαιδαλέην, ἐφράσσατο κόσμον ἑκάστης
  38. καὶ πιέρνης μετόπισθε καὶ αὐτῶν ἴχνια ταρσῶν.
  39. χειρῶν μειδιόωντα δίκης προπάροιθεν ἑλοῦσα
  40. τοῖον Ἀλεξάνδρῳ μυθήσατο μῦθον Ἀθήνη·
  41. δεῦρο, τέκος Πριάμοιο, Διὸς παράκοιτιν ἐάσας
  42. καὶ θαλάμων βασίλειαν ἀτιμήσας Ἀφροδίτην