The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. κεστόν, ὅθεν φιλότητος ἐμῆς ἐμὸν οἶστρον ἑλοῦσαι
  2. πολλάκις ὠδίνουσι καὶ οὐ θνῄσκουσι γυναῖκες.
  3. τοῖον ἐφεσπομένη ῥοδοδάκτυλος ἔννεπε Κύπρις.
  4. οἱ δʼ ἄρα μητρῴης ἐρατῆς ἀίοντες ἐφετμῆς
  5. φοιτητῆρες Ἔρωτες ἐπερρώοντο τιθήνῃ.
  6. ἄρτι μὲν Ἰδαίην ὑπερέδραμον οὔρεος ἄκρην,
  7. ἔνθα λιθοκρήδεμνον ὑπὸ πρηῶνος ἐρίπνην
  8. κουρίζων ἐνόμευε Πάρις πατρώια μῆλα.
  9. ποιμαίνων δʼ ἑκάτερθεν ἐπὶ προχοῇσιν ἀναύρου
  10. νόσφι μέν ἀγρομένων ἀγέλην πεμπάζετο ταύρων,
  11. νόσφι δὲ βοσκομένων διεμέτρεε πώεα μήλων·
  12. καί τις ὀρεσσαύλοιο δορὴ μετόπισθε χιμαίρης