The Rape of Helen
Colluthus of Lycopolis
Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ὡς θοὸν ἔγχος ἔχουσα μελίφρονα δεσμὸν ἐρώτων;
- κεστὸν ἔχω καἰ κέντρον ἄγω καὶ τόξον ἀείρω,
- κεστόν, ὅθεν φιλότητος ἐμῆς ἐμὸν οἶστρον ἑλοῦσαι
- πολλάκις ὠδίνουσι καὶ οὐ θνῄσκουσι γυναῖκες.
- τοῖον ἐφεσπομένη ῥοδοδάκτυλος ἔννεπε Κύπρις.
- οἱ δʼ ἄρα μητρῴης ἐρατῆς ἀίοντες ἐφετμῆς
- φοιτητῆρες Ἔρωτες ἐπερρώοντο τιθήνῃ.
- ἄρτι μὲν Ἰδαίην ὑπερέδραμον οὔρεος ἄκρην,
- ἔνθα λιθοκρήδεμνον ὑπὸ πρηῶνος ἐρίπνην
- κουρίζων ἐνόμευε Πάρις πατρώια μῆλα.