The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. κέκλεο καὶ βλεφάρων ξυνοχὴν καὶ κύκλα προσώπων.
  2. ἡ δὲ διακρινθεῖσα φέρειν περίπυστον ὀπώρην
  3. κάρτος ἀρειοτέρης ἐχέτω καὶ κόσμον Ἐρώτων.
  4. ὣς ὁ μὲν Ἑρμάωνι πατὴρ ἐπέτελλε Κρονίων·
  5. αὐτὰρ ὁ πατρῴῃσιν ἐφημοσύνῃσι πιθήσας
  6. εἰς ὁδὸν ἡγεμόνευε καὶ οὐκ ἀμέλησε θεάων.
  7. πᾶσα δὲ λωιτέρην καὶ ἀμείνονα δίζετο μορφήν.
  8. Κύπρις μὲν δολόμητις ἀναπτύξασα καλύπτρην
  9. λαὶ περόνην θυόεντα [*](So inferior MSS., making θυόεντα feminine; πτερὸν ἐθυνθέντα M.) διαστήσασα κομάων
  10. χρυσῷ μὲν πλοκάμους, χρυσῷ δʼ ἐστέψατο χαίτην.