The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. εἴ τινά που Ξάνθοιο παρʼ Ἰδαίοιο ῥεέθροις
  2. παῖδα Πάριν Πριάμοιο, τὸν ἀγλαὸν ἡβητῆρα,
  3. Τροίης βουκολέοντα κατʼ οὔρεα, τέκνον, ἀκούεις,
  4. κείνῳ μῆλον ὄπαζε· διακρίνειν δὲ θεάων
  5. κέκλεο καὶ βλεφάρων ξυνοχὴν καὶ κύκλα προσώπων.
  6. ἡ δὲ διακρινθεῖσα φέρειν περίπυστον ὀπώρην
  7. κάρτος ἀρειοτέρης ἐχέτω καὶ κόσμον Ἐρώτων.
  8. ὣς ὁ μὲν Ἑρμάωνι πατὴρ ἐπέτελλε Κρονίων·
  9. αὐτὰρ ὁ πατρῴῃσιν ἐφημοσύνῃσι πιθήσας
  10. εἰς ὁδὸν ἡγεμόνευε καὶ οὐκ ἀμέλησε θεάων.
  11. πᾶσα δὲ λωιτέρην καὶ ἀμείνονα δίζετο μορφήν.
  12. Κύπρις μὲν δολόμητις ἀναπτύξασα καλύπτρην
  13. λαὶ περόνην θυόεντα [*](So inferior MSS., making θυόεντα feminine; πτερὸν ἐθυνθέντα M.) διαστήσασα κομάων
  14. χρυσῷ μὲν πλοκάμους, χρυσῷ δʼ ἐστέψατο χαίτην.