The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἵστατο θαμβήσασα καὶ ἤθελε ληίζεσθαι·
  2. πασάων δʼ ἅτε Κύπρις ἀρειοτέρη γεγαυῖα
  3. μῆλον ἔχειν ἐπόθησεν, ὅτι κτέρας ἐστὶν Ἐρώτων·
  4. Ἥρη δʼ οὐ μεθέηκε καὶ οὐχ ὑπόεικεν Ἀθήνη.
  5. Ζεὺς δὲ θεῶν καὶ νεῖκος ἰδὼν καὶ παῖδα καλέσσας
  6. τοῖον ὑφεδρήσσοντα προσέννεπεν Ἑρμάωνα·
  7. εἴ τινά που Ξάνθοιο παρʼ Ἰδαίοιο ῥεέθροις
  8. παῖδα Πάριν Πριάμοιο, τὸν ἀγλαὸν ἡβητῆρα,
  9. Τροίης βουκολέοντα κατʼ οὔρεα, τέκνον, ἀκούεις,
  10. κείνῳ μῆλον ὄπαζε· διακρίνειν δὲ θεάων
  11. κέκλεο καὶ βλεφάρων ξυνοχὴν καὶ κύκλα προσώπων.
  12. ἡ δὲ διακρινθεῖσα φέρειν περίπυστον ὀπώρην
  13. κάρτος ἀρειοτέρης ἐχέτω καὶ κόσμον Ἐρώτων.
  14. ὣς ὁ μὲν Ἑρμάωνι πατὴρ ἐπέτελλε Κρονίων·
  15. αὐτὰρ ὁ πατρῴῃσιν ἐφημοσύνῃσι πιθήσας
  16. εἰς ὁδὸν ἡγεμόνευε καὶ οὐκ ἀμέλησε θεάων.